Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[46]
ὅ δὲ <δεῖ>1 καὶ μάλιστα ἐνθυμεῖσθαι,—καὶ μή μοι ἄχθεσθε, ἂν ὑμᾶς πολλάκις ταὐτὰ2 διδάξω. μέγας γὰρ ὁ κίνδυνός ἐστι, καθ᾽ ὅ τι δ᾽ ἂν ὑμεῖς ὀρθῶς γνῶτε, κατὰ τοῦτο σῴζομαι, καθ᾽ ὅ τι δ᾽ ἂν ψευσθῆτε τἀληθοῦς, κατὰ τοῦτο ἀπόλλυμαι—μὴ οὖν ἐξέληται3 τοῦτο ὑμῶν μηδείς, ὅτι τὸν μηνυτὴν ἀπέκτειναν, καὶ διετείναντο αὐτὸν μὴ εἰσελθεῖν εἰς ὑμᾶς, μηδ᾽ ἐμοὶ ἐγγενέσθαι παρόντι ἄξαι τὸν ἄνδρα καὶ βασανίσαι αὐτόν.