Μάρτυρες
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[22]
οὔτ᾽ αὖ ἐγὼ ἄνευ προφάσεως ἱκανῆς φαίνομαι τὸν πλοῦν ποιησάμενος εἰς τὴν Αἶνον, οὔτε κατασχόντες εἰς τὸ χωρίον τοῦτο ἀπὸ παρασκευῆς οὐδεμιᾶς, ἀλλ᾽ ἀνάγκῃ χρησάμενοι: οὔτ᾽ αὖ ἐπειδὴ ὡρμισάμεθα, ἡ μετέκβασις1 ἐγένετο εἰς τὸ ἕτερον πλοῖον οὐδενὶ μηχανήματι οὐδ᾽ ἀπάτῃ, ἀλλ᾽ ἀνάγκῃ καὶ τοῦτο ἐγίγνετο. ἐν ᾧ μὲν γὰρ ἐπλέομεν, ἀστέγαστον ἦν τὸ πλοῖον, εἰς ὃ δὲ μετέβημεν, ἐστεγασμένον: τοῦ δὲ ὑετοῦ ἕνεκα ταῦτ᾽ ἦν. τούτων δ᾽ ὑμῖν μάρτυρας2 παρέξομαι.