Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[11]
ἔπειτα δέ, ὃ πάντας οἶμαι ὑμᾶς ἐπίστασθαι, ἅπαντα τὰ δικαστήρια ἐν ὑπαίθρῳ δικάζει τὰς δίκας τοῦ φόνου, οὐδενὸς ἄλλου ἕνεκα ἢ ἵνα τοῦτο μὲν οἱ δικασταὶ μὴ ἴωσιν εἰς τὸ αὐτὸ τοῖς μὴ καθαροῖς τὰς χεῖρας, τοῦτο δὲ ὁ διώκων τὴν δίκην τοῦ φόνου ἵνα μὴ ὁμωρόφιος γίγνηται τῷ αὐθέντῃ: σὺ δὲ τοῦτο μὲν παρελθὼν τοῦτον τὸν νόμον τοὐναντίον τοῖς ἄλλοις πεποίηκας: τοῦτο δὲ δέον σε διομόσασθαι ὅρκον τὸν μέγιστον καὶ ἰσχυρότατον, ἐξώλειαν σαυτῷ1 καὶ γένει καὶ οἰκίᾳ τῇ σῇ ἐπαρώμενον, ἦ μὴν μὴ ἄλλα κατηγορήσειν ἐμοῦ ἢ εἰς αὐτὸν τὸν φόνον, ὡς ἔκτεινα, ἐν ᾧ οὔτ᾽ ἂν κακὰ πολλὰ εἰργασμένος ἡλισκόμην ἄλλῳ ἢ αὐτῷ τῷ πράγματι, οὔτ᾽ ἂν πολλὰ ἀγαθὰ εἰργασμένος τούτοις ἂν ἐσωζόμην τοῖς ἀγαθοῖς: