Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[40]
ἥκων δὲ εἰς ἄστυ ζητητάς τε ἤδη ᾑρημένους καταλαμβάνειν καὶ μήνυτρα κεκηρυγμένα ἑκατὸν μνᾶς. ἰδὼν δὲ Εὔφημον τὸν Καλλίου τοῦ Τηλοκλέους ἀδελφὸν ἐν τῷ χαλκείῳ καθήμενον, ἀναγαγὼν αὐτὸν εἰς τὸ Ἡφαιστεῖον λέγειν ἅπερ ὑμῖν ἐγὼ εἴρηκα, ὡς ἴδοι ἡμᾶς1 ἐν ἐκείνῃ τῇ νυκτί: οὔκουν δέοιτο παρὰ τῆς πόλεως χρήματα λαβεῖν μᾶλλον ἢ παρ᾽ ἡμῶν, ὥσθ᾽ ἡμᾶς ἔχειν φίλους. εἰπεῖν οὖν τὸν Εὔφημον ὅτι καλῶς ποιήσειεν εἰπών, καὶ νῦν ἥκειν2 κελεῦσαί οἱ εἰς τὴν Λεωγόρου οἰκίαν, “ἵν᾽ ἐκεῖ συγγένῃ μέτ᾽ ἐμοῦ Ἀνδοκίδῃ καὶ ἑτέροις οἷς δεῖ.”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.