Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐπειδὴ δ᾽ ἐτελεύτησε μὲν Φίλιππος, ἀλέξανδρος δ᾽ εἰς τὴν ἀρχὴν κατέστη, πάλιν αὖ τερατευόμενος ἱερὰ μὲν ἱδρύσατο Παυσανίου, εἰς αἰτίαν δὲ εὐαγγελίων θυσίας τὴν βουλὴν κατέστησεν, ἐπωνυμίαν δ᾽ Ἀλεξάνδρῳ Μαργίτην ἐτίθετο, ἀπετόλμα δὲ λέγειν ὡς οὐ κινηθήσεται ἐκ Μακεδονίας: ἀγαπᾶν γὰρ αὐτὸν 1 ἐν Πέλλῃ περιπατοῦντα καὶ τὰ σπλάγχνα φυλάττοντα. καὶ ταυτὶ λέγειν ἔφη οὐκ εἰκάζων, ἀλλ᾽ ἀκριβῶς εἰδώς, ὅτι αἵματός ἐστιν ἡ ἀρετὴ ὠνία, αὐτὸς οὐκ ἔχων αἷμα, καὶ θεωρῶν τὸν Ἀλέξανδρον οὐκ ἐκ τῆς Αλεξάνδρου φύσεως, ἀλλ᾽ ἐκ τῆς ἑαυτοῦ ἀνανδρίας.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.