Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἀλλ᾽ οὐχ οὗτος, ἀλλ᾽ ὁ μισθωθεὶς δικάζεται. λεγέτω δὴ παρελθών, ἢ1 ὁ σοφὸς Βάταλος ὑπὲρ αὐτοῦ, ἵν᾽ εἰδῶμεν τί ποτ᾽ ἐρεῖ. ‘ἄνδρες δικασταί, ἐμισθώσατό με ἑταιρεῖν αὑτῷ ἀργυρίου ὁστισδηποτοῦν.’ οὐδὲν γὰρ διαφέρει:2 ‘κἀγὼ μὲν ἅπαντα καὶ πεποίηκα καὶ ἔτι καὶ νῦν ποιῶ κατὰ τὸ γραμματεῖον, ἃ χρὴ ποιεῖν τὸν ἑταιροῦντα: οὗτος δὲ ὑπερβαίνει τὰς συνθήκας.’ ἔπειτ᾽ οὐ πολλὴ κραυγὴ παρὰ τῶν δικαστῶν αὐτῷ ἀπαντήσεται; τίς γὰρ οὐκ ἐρεῖ: ‘ἔπειτα ἐμβάλλεις3 εἰς τὴν ἀγοράν, ἢ στεφανοῖ, ἢ πράττεις τι τῶν αὐτῶν ἡμῖν;’ οὐκοῦν οὐδὲν ὄφελος τῆς συγγραφῆς.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.