ἔστι δὲ τὰ ἔπη ἃ ἐγὼ νυνὶ μέλλω λέγειν:
“ὦ πόποι, ἦ ῥ᾽ ἅλιον ἔπος ἔκβαλον ἤματι κείνῳ
θαρσύνων ἥρωα Μενοίτιον ἐν μεγάροισιν.
φῆν δέ οἱ εἰς Ὀπόεντα περικλυτὸν υἱὸν ἀπάξειν,
Ἴλιον ἐκπέρσαντα λαχόντα τε ληίδος αἶσαν.
ἀλλ᾽ οὐ Ζεὺς ἄνδρεσσι νοήματα πάντα τελευτᾷ:
ἄμφω γὰρ πέπρωται ὁμοίην γαῖαν ἐρεύθειν.
”Hom. Il. 18.324-329