previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Τῇ δὲ ἐπιγενομένῃ ἡμέρᾳ τὴν μὲν Ἀρεοβίνδου κεφαλὴν παρὰ τὸν Ἀντάλαν Γόνθαρις ἔπεμψε, τὰ δὲ χρήματα καὶ τοὺς στρατιώτας αὐτὸν ἀποστερεῖν ἔγνω. [2] Ἀντάλας τοίνυν, ὅτι τέ οἱ τῶν ξυγκειμένων οὐδὲν ἐπετέλει, δεινὰ ἐποιεῖτο, καὶ τά τε ὀμωμοσμένα τά τε εἰργασμένα τῷ Γονθάριδι ἐς τὸν Ἀρεόβινδον ἐννοῶν ἤσχαλλεν. [3] οὐ γάρ οἱ ἐδόκει τοιούτους ὅρκους ἠδικηκὼς οὔτε αὐτῷ ποτε οὔτε ἄλλῳ ὁτῳοῦν πιστὸς ἔσεσθαι. [4] πολλὰ γοῦν ἐν αὑτῷ λογισάμενος Ἰουστινιανῷ βασιλεῖ προσχωρεῖν ἤθελε: διὸ δὴ ὀπίσω ἀπήλαυνε. [5] γνούς τε Μαρκέντιον, ὃς τῶν ἐν Βυζακίῳ καταλόγων ἦρχεν, ἐς νῆσόν τινα τῶν ταύτῃ ἐπικειμένων καταφυγεῖν, πέμψας παῤ αὐτὸν φράσας τε τὸν πάντα λόγον καὶ τὰ πιστὰ δούς, τὸν ἄνθρωπον ἐπηγάγετο. [6] καὶ Μαρκέντιος μὲν ἔμενε ξὺν τῷ Ἀντάλᾳ ἐν τῷ στρατοπέδῳ, στρατιῶται δὲ ὅσοι ἐν Βυζακίῳ διατριβὴν εἶχον, εὐνοϊκῶς βασιλεῖ ἔχοντες, Ἀδραμητὸν πόλιν ἐφύλασσον. [7] οἱ δὲ τοῦ Στότζα στρατιῶται, οὐχ ἥσσους χίλιοι ὄντες, αἰσθόμενοι τῶν ποιουμένων, Ἰωάννου σφίσιν ἡγουμένου, παρὰ τὸν Γόνθαριν ἐχώρησαν δρόμῳ: [8] καὶ ὃς αὐτοὺς ἀσμένως τῇ πόλει ἐδέξατο. ἦσαν δὲ Ῥωμαῖοι μὲν πεντακόσιοι, Οὖννοι δὲ ὀγδοήκοντα μάλιστα, οἱ δὲ λοιποὶ Βανδίλοι [p. 438] ἅπαντες. [9] καὶ Ἀρταβάνης τὰ πιστὰ λαβὼν ἔς τε τὸ Παλάτιον ξὺν τοῖς Ἀρμενίοις ἀνέβη καὶ τῷ τυράννῳ ὑπηρετήσειν ἐπιτάσσοντι ὡμολόγησε. [10] λάθρα δὲ ἀνελεῖν τὸν Γόνθαριν ἐβουλεύτετο, Γρηγορίῳ τε τῷ ἀνεψιῷ καὶ Ἀρτασίρῃ τῷ δορυφόρῳ κοινολογησάμενος τὸ βούλευμα τοῦτο. [11] Γρηγόριος δὲ αὐτὸν ἐς τὴν πρᾶξιν ἐνάγων ἔλεξε τοιάδε: ‘Ἀρταβάνη, νῦν σοι πάρεστι μόνῳ τὸ Βελισαρίου ἀναδήσασθαι κλέος, μᾶλλον δὲ αὐτὸ καὶ πολλῷ ἔτι ὑπερβαλέσθαι. [12] μὲν γὰρ στρατιὰν ἀξιολογωτάτην καὶ χρήματα μεγάλα παρὰ βασιλέως λαβὼν ἐνταῦθα ἧκεν, ἄρχοντας μὲν ἔχων τούς οἱ ἑπομένους καὶ ξυμβούλους πολλούς, στόλον δὲ νηῶν οἷον οὔπω ἡμεῖς ἀκοῇ ἴσμεν, ἵππον τε πολλὴν καὶ ὅπλα καὶ τὰ ἄλλα ἁπλῶς εἰπεῖν ἅπαντα ἐπαξίως οἱ παρεσκευασμένα τῆς Ῥωμαίων ἀρχῆς. [13] οὕτω τε πόνῳ πολλῷ ἀνεσώσατο Λιβύην Ῥωμαίοις. [14] ἅπερ ἅπαντα οὕτως ἀπόλωλεν ὥστε, εἰ μηδὲ ἀρχὴν ἐγεγόνει, ἔν γε τῷ παρόντι ἐν ἴσῳ εἶναι: πλήν γε δὴ ὅτι ἀποκέκριται Ῥωμαίοις τανῦν ἐκ τῆς Βελισαρίου νίκης τοῖς τε σώμασι καὶ τοῖς χρήμασιν ἐζημιῶσθαι, καὶ πρός γε τὸ μηδὲ φυλάξαι τἀγαθὰ δυνατοῖς γεγονέναι. [15] τὸ δὲ πάντα ταῦτα ἀνασώσασθαι τανῦν βασιλεῖ ἐν τῇ σῇ μόνῃ ψυχῇ τε καὶ γνώμῃ καὶ δεξιᾷ κεῖται. [16] οὐκοῦν ἐκλογίζου μὲν ὡς εἶ Ἀρσακίδης ἀνέκαθεν γένος, ἐνθυμοῦ δὲ ὡς τοῖς εὖ γεγονόσιν ἀνδραγαθίζεσθαι ἀεί τε καὶ πανταχῆ πρέπει. [17] πολλὰ γοῦν σοι ἔργα ὑπὲρ τῆς ἐλευθερίας θαυμαστὰ [p. 440] πέπρακται. Ἀκάκιον γάρ, νέος ὢν ἔτι, τὸν Ἀρμενίων ἄρχοντα, καὶ Σίτταν τὸν Ῥωμαίων στρατηγὸν ἔκτεινας, καὶ ἀπ̓ αὐτοῦ Χοσρόῃ βασιλεῖ γνώριμος γεγονὼς ξὺν αὐτῷ ἐπὶ Ῥωμαίους ἐστράτευσας. [18] ἐπεὶ δὲ τηλικόσδε εἶ, ὡς σὸν εἶναι μὴ περιορᾶν τὴν Ῥωμαίων ἀρχὴν ὑπὸ κυνὶ μεθύοντι κεῖσθαι, ἐνδείκνυσο τανῦν ὡς εὐγενείᾳ τε καὶ ψυχῆς ἀρετῇ ἐκεῖνα, ᾿γαθέ, τὰ πρόσθεν εἰργάσω: ἐγὼ δέ σοι καὶ Ἀρτασίρης ὅδε ἅπαντα ἐπιτάττοντι ὅση δύναμις ὑπουργήσομεν.’ [19] Γρηγόριος μὲν τοσαῦτα εἶπεν: Ἀρταβάνου δὲ τὴν διάνοιαν ἐπὶ τὸν τύραννον ἔτι μᾶλλον ὥρμησεν. [20] δὲ Γόνθαρις Ἀρεοβίνδου μὲν τήν τε γυναῖκα καὶ τὴν ἀδελφὴν ἐκ τοῦ φρουρίου ἐξαγαγὼν ἐπί τινος οἰκίας ἠνάγκασε μένειν, οὔτε τι ὑβρίσας λόγῳ ἔργῳ ὁτῳοῦν ἐς αὐτὰς οὔτε τὰ ἐπιτήδεια ἐνδεεστέρως κατὰ τὴν χρείαν ἐχούσας οὔτε τι ἄλλο βιασθείσας εἰπεῖν πρᾶξαι, πλήν γε δὴ ὅτι γράψαι πρὸς τὸν θεῖον Πρεϊέκτα ἠνάγκαστο ὡς Γόνθαρις μὲν αὐτάς τε τιμῴη ἐς ἄγαν καὶ καθαρὸς εἴη παντάπασι τοῦ τἀνδρὸς φόνου, Οὐλιθέῳ δὲ τὸ κακὸν ἐργασθείη, Γονθάριδος οὐδαμῆ ἐπαινοῦντος. [21] ἔπρασσε δὲ ταῦτα Γόνθαρις Πασιφίλῳ ἀναπεισθείς, ἀνδρὶ γεγονότι μὲν τῶν ἐν Βυζακίῳ στασιωτῶν πρώτῳ, ξυναραμένῳ δὲ αὐτῷ μάλιστα ἐς τὴν τῆς τυραννίδος ἐπίθεσιν. [22] ἰσχυρίζετο γὰρ Πασίφιλος, ἢν ταῦτα ποιοίη, ξυνοικιεῖν τε αὐτῷ βασιλέα τὴν κόρην καὶ προῖκα [p. 442] κατὰ τὸ ξυγγενὲς ἐπιδώσειν χρημάτων μεγάλων. [23] Ἀρταβάνην τε τῷ στρατῷ ἐξηγεῖσθαι ἐπί τε Ἀντάλαν καὶ Μαυρουσίους τοὺς ἐν Βυζακίῳ ἐκέλευε. [24] Κουτζίνας γάρ, ἅτε τῷ Ἀντάλᾳ προσκεκρουκώς, ἀπέστη τε αὐτοῦ ἐκ τοῦ ἐμφανοῦς καὶ Γονθάριδι προσεχώρησεν: δὴ τόν τε παῖδα καὶ τὴν μητέρα ἐν ὁμήρων λόγῳ παρέσχετο. [25] τὸ μὲν οὖν στράτευμα ἡγουμένου Ἀρταβάνου εὐθὺς ἐπὶ τὸν Ἀντάλαν ἐχώρει. ξυνῆν δὲ αὐτῷ καὶ Ἰωάννης, τῶν Στότζα στασιωτῶν ἄρχων, καὶ Οὐλίθεος δορυφόρος: εἵποντο δὲ καὶ Μαυρούσιοι, [26] ὧν Κουτζίνας ἦρχε. πόλιν τε Ἀδραμητὸν διαμείψαντες καταλαμβάνουσι τοὺς ἐναντίους ἐνταῦθά πη ὄντας, καὶ στρατοπεδευσάμενοι ὀλίγῳ ἄποθεν τῶν πολεμίων ηὐλίσαντο. [27] τῇ δὲ ὑστεραίᾳ Ἰωάννης μὲν καὶ Οὐλίθεος, μοῖράν τινα τοῦ στρατοῦ ἔχοντες, αὐτοῦ ἔμειναν, Ἀρταβάνης δὲ καὶ Κουτζίνας ἐπῆγον ἐπὶ τοὺς ἐναντίους τὸ στράτευμα. [28] οὓς δὴ οὐ ξυνενεγκόντες οἱ ξὺν τῷ Ἀντάλᾳ Μαυρούσιοι ἐς φυγὴν ὥρμηντο. [29] ἀλλ̓ ἐθελοκακήσας Ἀρταβάνης ἐκ τοῦ αἰφνιδίου στρέψας τε τὸ σημεῖον ὀπίσω ἀπήλαυνε. [30] διὸ δὴ Οὐλίθεος αὐτὸν ἐς τὸ στρατόπεδον ἥκοντα κτείνειν διενοεῖτο. [31] παραιτούμενος δὲ Ἀρταβάνης ἔφασκε δεῖσαι μὴ Μαρκέντιος ἐξ Ἀδραμητοῦ πόλεως ἐπιβοηθήσας τοῖς ἐναντίοις, ὅπη ἐνταῦθα ἐτύγχανεν ὤν, ἀνήκεστα σφᾶς ἔργα ἐργάσηται: [32] ἀλλὰ Γόνθαριν χρῆναι παντὶ τῷ στρατῷ ἐπὶ τοὺς πολεμίους ἰέναι. [33] καὶ τὰ μὲν πρῶτα ἐβουλεύετο ἐς Ἀδραμητὸν ἰὼν ξὺν τοῖς ἑπομένοις τῷ βασιλέως [p. 444] στρατῷ ἀναμίγνυσθαι. [34] ἄμεινον δέ οἱ πολλὰ διαλογισαμένῳ ἔδοξεν εἶναι Γόνθαριν ἐξ ἀνθρώπων ἀφανίσαντι βασιλέα τε καὶ Λιβύην πραγμάτων ἀπαλλάξαι δυσκόλων. [35] ἀναστρέψας οὖν ἐς Καρχηδόνα τῷ τυράννῳ ἀπήγγελλεν ὅτι δὴ στρατεύματος αὐτῷ πλείονος ἐπὶ τοὺς πολεμίους δεήσει. [36] δὲ Πασιφίλῳ κοινολογησάμενος ἅπαντα μὲν ἐξοπλίσαι τὸν στρατὸν ἤθελεν, αὐτὸς δὲ φυλακὴν ἐν Καρχηδόνι καταστησάμενος ἐπὶ τοὺς πολεμίους τῷ στρατῷ ἐξηγήσασθαι. [37] πολλοὺς μὲν οὖν ἐς ἡμέραν ἑκάστην ἀνῄρει ἐς οὓς ὑποψίᾳ τινὶ καὶ λόγον οὐκ ἐχούσῃ ἐχρῆτο. [38] τῷ δὲ Πασιφίλῳ ἐπέστελλεν, ὃν δὴ καταστήσεσθαι ἐπὶ Καρχηδόνος φυλακῇ ἔμελλε, τοὺς Γραικοὺς ἅπαντας οὐδὲν ὑπολογισαμένῳ κτεῖναι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: