previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



[p. 62] ἐς ἐπιστασίην γὰρ τῆς νούσου ἀφικνεόμενοι, ἄχθονται τῇ ξυμφορῇ.

Μανίης εἶδος ἕτερον.
τέμνονταί τινες τὰ μέλεα, θεοῖς ἰδίοις, ὡς ἀπαιτοῦσι, χαριζόμενοι εὐσεβεῖ φαντασίῃ: καὶ ἔστι τῆς ὑπολήψιος μανίη μοῦνον, τὰ δὲ ἄλλα σωφρονέουσι. ἐγείρονται δὲ αὐλῷ καὶ θυμηδίῃ, μέθῃ, τῶν παρεόντων προτροπῇ. ἔνθεος ἥδε μανίη: κἢν ἀπομανῶσι, εὔθυμοι, ἀκηδέες, ὡς τελεσθέντες τῷ θεῷ, ἄχροοι δὲ καὶ ἰσχνοὶ, καὶ ἐς μακρὸν ἀσθενέες πόνοις τῶν τρωμάτων.


Κεφ. ς .περὶ Παραλύσεως.

ἀποπληξίη, παραπληγίη, πάρεσις , παράλυσις, ἅπαντα τῷ γένεϊ τωὐτά. γάρ κινήσιος, ἁφῆς, ἀμφοῖν ἐστι ἔκλειψις: κοτὲ καὶ γνώμης, κοτὲ καὶ τῆς ἄλλης αἰσθήσιος. ἀλλ᾽ ἀποπληξίη μὲν ὅλου τοῦ σκήνεος, καὶ τῆς αἰσθήσιός τε καὶ γνώμης καὶ κινήσιός ἐστι παράλυσις. τοιγαροῦν ἀποπληξίην λῦσαι ἰσχυρὴν μὲν ἀδύνατον, ἀσθενῆ δὲ οὐ Ρ῾ηΐδιον.1 παραπληγίη δὲ πάρεσις μὲν ἁφῆς καὶ κινήσιος, ἀλλὰ μέρεος, χειρὸς, σκέλεος : παράλυσις δὲ ὡς ἐπίπαν κινήσιος μοῦνον, ἐνεργείης τε πάρεσις: ἢν δὲ ἁφὴ ἐκλείπῃ μούνη κοτέ, — σπάνιον δὲ τὸ τοιόνδε, — ἀναισθησίη μᾶλλον πάρεσις κικλήσκεται: ἢν δὲ ἀπόπληκτον Ἱπποκράτης εἴπῃ σκέλος τὸ κατ᾽ ἴξιν, ὡς νεκρῶδες, τὸ ἀχρεῖον καὶ τὸ ἀναλδὲς θέλει φράσαι.2 γὰρ ἐπὶ τῷ ξύμπαντι ἀποπληξίη ἐστὶ ἰσχυρὴ, τόδε ἐν τῷ σκέλεϊ παραπληγίην φράζει: κύστιος δὲ οὔρων σχέσιος ἀκρασίης, πάρεσις τὸ κύριον: βλεφάρων δὲ καὶ μήλων καὶ μυῶν τῶν ἐν γνάθοις, καὶ γένυος ἐπὶ θάτερα παραγωγὴ,

1 Hippocrat. Aph. ii. 42.

2 hippocrat. Epid iii.; and Prorrhet. ii.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: