previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



[p. 61] οἱ δὲ μαινόμενοι ὁρέουσι μόνως ὡς χρὴ ὁρῆν: οὐ γιγνώσκουσι δὲ περὶ αὐτέων ὡς χρὴ γιγνώσκειν.

ἢν οὖν μέγα τὸ κακὸν, εὐκίνητοι, ὀξέες τὴν αἴσθησιν, ὕποπτοι , ὀργίλοι, οὐκ ἐπ᾽ αἰτίῃ τινὶ, δύσθυμοι μὲν ἀλόγως, οἷσι ἐς σκυθρωπὸν μανίη τρέπεται : οἷσι δὲ ἐς θυμηδίην, εὔθυμοι : ἀλλ᾽ οἵδε παραλόγως ἄγρυπνοι, ἄμφω ἀλλοιώδεες τὰς ὄψιας, κεφαλαλγέες, πάντως γε βάρος τῆς κεφαλῆς ξύνεστι : εὐήκοοι δὲ, ἀλλὰ βράδιστοι τὴν γνώμην. ἐπ᾽ ἐνίοισι γὰρ ἔασι δὴ ἦχοιὤτων, καὶ βόμβοι, μέχρι δή γε σαλπίγγων τε καὶ αὐλῶν: ἢν ἐς αὔξησιν νοῦσος γίγνηται, φυσώδεες, ἀσώδεες, βοροὶ καὶ λάβροι ἐν τῇ ἐδωδῇ. ἀγρυπνέουσι γάρ: ἀγρυπνίη δὲ βορόν: ἀτὰρ οὐδὲ ἰσχνοὶ ὡς νοσέοντες: μελαγχολών των μᾶλλον εὐσαρκίη:1 καὶ ὕπωχροι. ἢν δέ τι τῶν σπλάγχνων ἐν φλεγμασίῃ γεγονὸς, τὴν ὄρεξιν τὴν θρέψιν ἀμβλύνει: ὀφθαλμοὶ κοῖλοι, οὐ σκαρδαμύττοντες: πρὸ τῶν ὀφθαλμῶν ἰνδάλματα κυάνεα, μέλανα, οἷσιν ἐς μελαγχολίην τροπή: ἐρυθρότερα δὲ οἷσιν ἐς μανίην, καὶ φοινίκεα φαντάσματα , πολλοῖσι μὲν ὡς ἀπαστράπτοντος πυρὸς, καὶ τάρβος αὐτέους ὡς ἀπὸ σκηπτοῦ λαμβάνει: μετεξετέροισι δὲ καὶ ἐνέρυθροι καὶ ὕφαιμοι ὀφθαλμοί.

ἐπὶ κορυφῆς δὲ τοῦ κακοῦ ὀνειρώττουσι: ἀφροδισίων δὲ ἄσχετος ἐπιθυμίη, ἀτὰρ οὐδὲ ἐς τὸ ἄμφαδον αἰδὼς ὄκνος ὁμιλίης : νουθεσίῃ δὲ καὶ ἐπιπλήξει ἐς ὀργὴν ἐκριπισθέντες ἐς τὸ πάμπαν ἐκμαίνονται. τοὐντεῦ θεν ἄλλος ἄλλῃ μαίνεται: οἱ μὲν θέουσι ἀσχέτως, οὔτε ὅπως εἰδότες ἐς ταὐτὰ παλινδρομέουσι: οἱ δὲ ἐς δηρὸν τοῖσι πέλας ἀφικνέονται: ἄλλοι δ᾽ αὖ βοῶσι ὀλοφυρόμενοι ἁρπαγὴν, βίην. οἱ δὲ φυγανθρωπεύουσι ἐς ἐρημίην, σφίσι αὐτέοισι ὁμιλέοντες.

εἰ δὲ ἐπ᾽ ἄνεσιν ἤκοιεν τοῦ κακοῦ, νωθροὶ, ἥσυχοι, ἐπίλυποι.

1 it must be admitted, that Ermerins has strong grounds for holding that ἀσαρκίη is the true reading.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: