previous

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ΦΙΛΟΚΤΗΤΗΣ.

ιζ. μὲν ἐπὶ τῷ στρατηγεῖν ἔτι καὶ τοὺς ἐκ Μελιβοίας ἐπὶ Τροίαν ἀνάγων τιμωροὺς Μενελάῳ κατὰ τοῦ Φρυγὸς Φιλοκτήτης τοῦ Ποίαντος γενναῖός που κἀναφέρων ἐς τὴν ὑφ᾽ Ἡρακλεῖ τροφήν, θεράπων ῾γὰρ᾽ δὴ γενέσθαι τῷ Ἡρακλεῖ Φιλοκτήτης ἐκ νηπίου, ὅτε καὶ φορεὺς εἶναί οἱ τῶν τόξων, δὴ καὶ ὕστερον μισθὸν λαβεῖν παρ᾽ αὐτοῦ τῆς ἐς τὴν πυρὰν ὑπουργίας δὲ νῦν ἐνταῦθα ξυμπεπτωκότι διὰ τὴν νόσον τῷ προσώπῳ ξυννεφῆ ὀφρὺν ἐπὶ τὼ ὀφθαλμὼ ἐφέλκων κάτω που καὶ ἐν βάθει ὄντας καὶ ἀμενηνὸν ὁρῶντας, κόμην τε καὶ αὐχμοῦ πλήρη δεικνὺς καὶ τὴν γενειάδα ὑπανεστηκὼς καὶ φρίττων καὶ ῥάκια αὐτός τε ἀμπισχόμενος καὶ τὸν ταρσὸν καλύπτων τοιόνδε, παῖ, δίδωσι λόγον: ἀναπλέοντες ἐς Τροίαν οἱ Ἀχαιοὶ καὶ προσχόντες ταῖς νήσοις ἐμαστεύοντο τὸν τῆς Χρύσης [p. 420] βωμόν, ὃν Ἰάσων ποτὲ ἱδρύσατο, ὅτε ἐς Κόλχους ἔπλει, Φιλοκτήτης τε ἐκ τῆς ῾τῶν᾽ ξὺν Ἡρακλεῖ μνήμης τὸν βωμὸν τοῖς ζητοῦσι δεικνὺς ἐγχρίψαντος αὐτῷ τοῦ ὕδρου τὸν ἰὸν ἐς θάτερον τοῖν ποδοῖν οἱ μὲν ἐπὶ Τροίαν οἱ Ἀχαιοὶ στέλλονται, δὲ ἐν Λήμνῳ ταύτῃ κεῖται, διαβόρῳ φησὶ Σοφοκλῆς καταστάζων ἰῷ τὸν πόδα...

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: