Hide browse bar
Your current position in the text is marked in blue. Click anywhere in the
line to jump to another position:
Table of Contents:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
16.
τὸ δὲ ὀξύμελι καλεύμενον ποτὸν πολλαχοῦ μὲν
εὔχρηστον ἐν ταύτῃσι τῇσι νούσοισιν εὑρήσεις ἐόν:
καὶ γὰρ
πτυάλου ἀναγωγόν ἐστι,
καὶ εὔπνοον.
καιροὺς μέντοι
τοιούσδε ἔχει:
τὸ μὲν γὰρ κάρτα ὀξὺ οὐδὲν ἂν μέσον
ποιήσειε πρὸς τὰ πτύελα τὰ μὴ Ρ῾ηϊδίως ἀνιόντα:
εἰ γὰρ
ἀνάγοι μὲν τὰ ἐγκέρχνοντα,
καὶ ὄλισθον ἐμποιήσειε,
καὶ
ὥσπερ διαπτερώσειε τὸν βρόγχον,
παρηγορήσειεν ἂν
τὸν πλεύμονα:
μαλθακτικὸν γὰρ αὐτέου:
καὶ εἰ μὲν
ταῦτα ξυγκυρήσειε,
μεγάλην ἂν ὠφελείην ποιήσειεν.
ἔστι δ᾽ ὅτε τὸ κάρτα ὀξὺ οὐκ ἐκράτησε τῆς ἀναγωγῆς
τοῦ πτυέλου,
ἀλλὰ προσεγλίσχρηνέ τε καὶ ἔβλαψεν:
μάλιστα δὲ τοῦτο πάσχουσιν οἵπερ καὶ ἄλλως ὀλέθριοί εἰσι,
καὶ
ἀδύνατοι βήσσειν τε καὶ ἀποχρέμπτεσθαι τὰ ἐνεχόμενα.
ἐς μὲν οὖν τόδε προστεκμαίρεσθαι χρὴ τὴν Ρ῾ώμην τοῦ
κάμνοντος,
κἢν ἐλπίδα ἔχῃ,
διδόναι:
διδόναι δὲ,
ἢν διδῷς,
ἀκροχλίαρον καὶ κατ᾽ ὀλίγον τὸ τοιόνδε,
καὶ
μὴ λάβρως.
τὸ μέντοι ὀλίγον ἔποξυ ὑγραίνει μὲν τὸ στόμα
καὶ φάρυγγα:
ἀναγωγὸν δὲ πτυέλου ἐστὶ καὶ ἄδιψον:
ὑποχονδρίῳ δὲ καὶ σπλάγχνοισι καὶ ταύτῃ εὐμενές:
καὶ τὰς
ἀπὸ μέλιτος βλάβας κωλύει:
τὸ γὰρ χολῶδες ἐν μέλιτι
κολάζεται.
ἔστι δὲ καὶ φυσέων καταῤΡ῾ηκτικὸν,
καὶ ἐς οὔρησιν προτρεπτικόν:
ἐντέρου μέντοι τῷ κάτω μέρει πλαδαρώτερον,
καὶ ξύσματα ἐμποιέει:
ἔστι δ᾽ ὅτε καὶ φλαῦρον
τοῦτο ἐν τῇσιν ὀξείῃσι νούσοισι γίγνεται,
μάλιστα
μὲν ὅτι φῦσαν κωλύει περαιοῦσθαι,
ἀλλὰ παλινδρομέειν
ποιέει:
ἔτι δὲ καὶ ἄλλως γυιοῖ καὶ τὰ ἀκρωτήρια ψύχει:
ταύτην καὶ οἶδα μούνην δι᾽ ὀξυμέλιτος γιγνομένην βλάβην,
ἥτις καὶ ἀξίη γραφῆς.
ὀλίγον δὲ τὸ τοιόνδε ποτὸν νυκτὸς
μὲν καὶ νήστει πρὸ Ρ῾οφήματος ἐπιτήδειον προπίνεσθαι:
ἀτὰρ καὶ ὁκόταν πουλὺ μετὰ Ρ῾όφημα ᾖ,
οὐδὲν κωλύει
πίνειν.
τοῖσι δὲ ποτῷ μοῦνον διαιτωμένοισιν ἄνευ Ρ῾οφημάτων
διὰ τόδε οὐκ ἐπιτήδειόν ἐστιν αἰεὶ καὶ διὰ παντὸς χρέεσθαι
τούτῳ,
μάλιστα μὲν διὰ ξύσιν ἢ τρηχυσμὸν τοῦ ἐντέρου
῾ἀκόπρῳ γὰρ ἐόντι μᾶλλον ἐμποιέοι ἂν,
καὶ ταῦτα
κενεαγγείης παρεούσης᾿:
ἔπειτα δὲ καὶ τὸ μελίκρητον τῆς
ἰσχύος ἀφαιρέοιτο ἄν.
ἢν μέντοι ἀρήγειν φαίνηται πρὸς
τὴν ξύμπασαν νοῦσον,
πολλῷ ποτῷ τούτῳ χρέεσθαι,
ὀλίγον
χρὴ τὸ ὄξος παραχέειν,
ὅσον μοῦνον γιγνώσκεσθαι:
οὕτω
γὰρ καὶ ἃ φιλέει βλάπτειν,
ἥκιστα ἂν βλάπτοι,
καὶ ἃ
δεῖται προσωφελέειν,
προσωφελοίη ἄν.
εν κεφαλαίῳ δ᾽
εἴρησθαι,
αἱ ἀπὸ ὀξέος ὀξύτητες πικροχόλοισι μᾶλλον ἢ
μελαγχολικοῖσι ξυμφέρουσι:
τὰ μὲν γὰρ πικρὰ διαλύεται
καὶ ἐκφλεγματοῦται,
μετεωριζόμενα ὑπ᾽ αὐτέου:
τὰ δὲ μέλανα
ζυμοῦται καὶ μετεωρίζεται καὶ πολλαπλασιοῦται:
ἀναγωγὸν
γὰρ μελάνων,
ὄξος.
γυναιξὶ δὲ τὸ ἐπίπαν πολεμιώτερον
ἢ ἀνδράσιν ὄξος:
ὑστεραλγὲς γάρ ἐστιν.