This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Πάνυ οὖν τεθορυβημένος ὁ Βρύαξις ῾τοῦτο γὰρ ἐκαλεῖτο ὁ στρατηγὸς᾿ ἀναπηδᾷ καὶ τῶν νεῶν καλέσας τοὺς ἡγεμόνας ἐκέλευσε τὴν ταχίστην ἐν τοῖς αἰχμαλώτοις ἀναζητεῖσθαι Χλόην. [2] Οἱ δὲ ταχέως καὶ ἀνεῦρον καὶ εἰς ὀφθαλμοὺς ἐκόμισαν: ἐκαθέζετο γὰρ τῆς πίτυος ἐστεφανωμένη. Σύμβολον δὴ καὶ τοῦτο τῆς ἐν τοῖς ὀνείροις ὄψεως ποιούμενος ἐπ̓ αὐτῆς τῆς ναυαρχίδος εἰς τὴν γῆν αὐτὴν κομίζει. [3] Κἀκείνη ἄρτι ἀπεβεβήκει καὶ σύριγγος ἦχος ἀκούεται πάλιν ἐκ τῆς [p. 278] πέτρας, οὐκέτι πολεμικὸς καὶ φοβερός, ἀλλὰ ποιμενικὸς καὶ οἷος εἰς νομὴν ἡγεῖται ποιμνίων. Καὶ τά τε πρόβατα κατὰ τῆς ἀποβάθρας ἐξέτρεχεν ἐξολισθάνοντα τοῖς κέρασι τῶν χηλῶν, καὶ αἱ αἶγες πολὺ θρασύτερον, οἷα καὶ κρημνοβατεῖν εἰθισμέναι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.