This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐζηλοτύπησε δὲ Πολυκράτης ὅτι τὸν Σμερδίην ἐτίμησε, καὶ ἑώρα τὸν ποιητὴν ὑπὸ τοῦ παιδὸς ἀντιφιλούμενον: καὶ ἀπέκειρε τὸν παῖδα ὁ Πολυκράτης, ἐκεῖνον μὲν αἰσχύνων, οἰόμενος δὲ λυπεῖν Ἀνακρέοντα. ὃ δὲ οὐ προσεποιήσατο αἰτιᾶσθαι τὸν Πολυκράτη σωφρόνως καὶ ἐγκρατῶς, μετήγαγε δὲ τὸ ἔγκλημα ἐπὶ τὸ μειράκιον ἐν οἷς ἐπεκάλει τόλμαν αὐτῷ καὶ ἀμαθίαν ὁπλισαμένῳ κατὰ τῶν ἑαυτοῦ τριχῶν. τὸ δὲ ᾆσμα τὸ ἐπὶ τῷ πάθει τῇς κόμης Ἀνακρέων ᾀσάτω: ἐμοῦ γὰρ αὐτὸς ἄμεινον ᾄσεται. Θεμιστοκλῆς Ἱέρωνα ἥκοντα ἐς Ὀλυμπίαν Ὀλυμπίων ἀγομένων ἵππους ἄγοντα εἶρξε τῆς ἀγωνίας εἰπὼν τὸν μὴ μεταλαβόντα τοῦ μεγίστου τῶν κινδύνων τῶνπανηγύρεων μεταλαμβάνειν μὴ δεῖν: καὶ ἐπῃνέθη Θεμιστοκλῆς.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.