previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

36. ἐγένοντο μὲν γὰρ ἀμφίβολοι, καὶ παρ᾽ ὀλίγον αὐτοὺς ἀπέλυσαν. γὰρ Καῖσαρ, πάντων τῶν πρὸ αὐτοῦ ψηφισαμένων ἀποθανεῖν σφας, γνώμην ἔδωκε δῆσαί τε αὐτοὺς καὶ ἐς πόλεις ἄλλους ἄλλῃ [2] καταθέσθαι, τῶν οὐσιῶν ἐστερημένους, ἐπὶ τῷ μήτε περὶ ἀδείας ἔτι αὐτῶν χρηματισθῆναί τί ποτε, κἂν διαδρᾷ 1 τις, ἐν πολεμίων μοίρᾳ τὴν πόλιν ἐξ ἧς ἂν φύγῃ εἶναι: καὶ τοῦτο πάντες οἱ μετὰ ταῦτα ἀποφηνάμενοι μέχρι τοῦ Κάτωνος ἐψηφίσαντο, ὥστε καὶ τῶν προτέρων τινὰς [3] μεταγνῶναι. 2 ἐπεὶ δὲ οὗτος αὐτός τε τὸν θάνατον αὐτῶν κατεδίκασε καὶ τοὺς λοιποὺς πάντας ὁμοψήφους ἐποιήσατο, οὕτω δὴ ἐκεῖνοί τε ἐκ τῆς νικώσης ἐκολάσθησαν, καὶ ἐπ᾽ αὐτοῖς καὶ θυσία [p. 158] καὶ ἱερομηνία ἐψηφίσθη, μηπώποτε ἐπὶ τοιούτῳ τινὶ ἐγεγόνει: καὶ οἱ ἄλλοι οἱ μηνυθέντες ἐζητοῦντο, καί τινες καὶ ἐπὶ τῷ μελλῆσαι συμφρονήσειν [4] αὐτοῖς ὑποπτευθέντες εὐθύνοντο. καὶ τὰ μὲν ἄλλα οἱ ὕπατοι διῴκουν, Αὖλον δὲ Φούλουιον ἄνδρα βουλευτὴν αὐτὸς πατὴρ ἀπέσφαξεν, οὔτι γε καὶ μόνος, ὥς γέ τισι δοκεῖ, τοῦτ᾽ ἐν ἰδιωτείᾳ ποιήσας: συχνοὶ γὰρ δὴ καὶ ἄλλοι, οὐχ ὅτι ὕπατοι ἀλλὰ καὶ ἰδιῶται, παῖδάς σφων ἀπέκτειναν.

1 diadra=| Dind., diadra/sh| L.

2 metagnw=nai Turn., katagnw=nai L.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: