previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἀγροικίας Δ᾽

δὲ ἀγροικία δόξειεν ἂν εἶναι ἀμαθία ἀσχήμων, δὲ ἄγροικος τοιοῦτός τις, οἷος κυκεῶνα πιὼν εἰς ἐκκλησίαν πορεύεσθαι, καὶ τὸ μύρον φάσκειν οὐδὲν τοῦ θύμου ἥδιον ὄζειν, καὶ μείζω τοῦ ποδὸς τὰ ὑποδήματα φορεῖν, καὶ [2] μεγάλῃ τῇ φωνῇ λαλεῖν. καὶ τοῖς μὲν φίλοις καὶ οἰκείοις ἀπιστεῖν, πρὸς δὲ τοὺς αὑτοῦ οἰκέτας ἀνακοινοῦσθαι περὶ [3] τῶν μεγίστων: καὶ τοῖς παρ᾽ αὐτῷ ἐργαζομένοις μισθωτοῖς [4] ἐν ἀγρῷ πάντα τὰ ἀπὸ τῆς ἐκκλησίας διηγεῖσθαι. καὶ ἀναβεβλημένος ἄνω τοῦ γόνατος καθιζάνειν, ὥστε τὰ γυμνὰ [5] αὐτοῦ φαίνεσθαι. καὶ ἐπ᾽ ἄλλῳ μὲν μηδενὶ μήτε θαυμάζειν μήτε ἐκπλήττεσθαι ἐν ταῖς ὁδοῖς, ὅταν δὲ ἴδῃ βοῦν [6] ὄνον τράγον, ἑστηκὼς θεωρεῖν. καὶ προαιρῶν δέ τι ἐκ [7] τοῦ ταμιείου δεινὸς φαγεῖν: καὶ ζωρότερον πιεῖν. καὶ τὴν σιτοποιὸν πειρῶν λαθεῖν, κᾆτ᾽ ἀλέσαι μετ᾽ αὐτῆς τοῖς ἔνδον [8] πᾶσι καὶ αὑτῷ τὰ ἐπιτήδεια. καὶ ἀριστῶν δὲ ἅμα τοῖς [9] ὑποζυγίοις ἐμβαλεῖν. καὶ παρὰ τὴν θύραν ὑπακοῦσαι [10] αὐτός. καὶ τὸν κύνα προσκαλεσάμενος καὶ ἐπιλαβόμενος τοῦ ῥύγχους εἰπεῖν: 'οὗτος φυλάττει τὸ χωρίον καὶ τὴν [11] οἰκίαν.' καὶ τὸ ἀργύριον δὲ παρά του λαβὼν ἀποδοκιμάζειν, λίαν μὲν λυπρὸν εἶναι, καὶ ἕτερον ἀνταλλάττεσθαι: καὶ εἴ τῳ ἄροτρον ἔχρησεν κόφινον δρέπανον θύλακον, [12] ταῦτα τῆς νυκτὸς κατὰ ἀγρυπνίαν ἀναμιμνῃσκόμενος *. καὶ εἰς ἄστυ καταβαίνων ἐρωτῆσαι τὸν ἀπαντῶντα, πόσου ἦσαν αἱ διφθέραι καὶ τὸ τάριχος καὶ εἰ τήμερον ἀγὼν νουμηνίαν ἄγει, καὶ εἰπεῖν εὐθὺς ὅτι βούλεται καταβὰς [13] ἀποκείρασθαι. καὶ ἐν βαλανείῳ δὲ ᾆσαι: καὶ εἰς τὰ ὑποδήματα [14] δὲ ἥλους ἐγκροῦσαι. καὶ τῆς αὐτῆς ὁδοῦ παριὼν κομίσασθαι παρ᾽ Ἀρχίου τοὺς ταρίχους.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
  • Cross-references to this page (2):
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: