[4]
τί ἐρεῖς, ὦ Δάματερ; ἀγωνιῶ γάρ.
Λυσ´ιας
ἐπειδὴ δὲ οὐχ ἑώρων τὸ ᾆσθμα ἕν, τὸ μὲν
πρῶτον ᾤμην τὴν Λυδὴν αὐτῇ συγκαθεύδειν: τὸ δ᾽ οὐκ
ἦν, ὦ Πυθιάς, ἀλλ᾽ ἐφαψάμενος εὗρον ἀγένειόν τινα
πάνυ ἁπαλόν, ἐν χρῷ κεκαρμένον, μύρων καὶ αὐτὸν
ἀποπνέοντα. τοῦτο ἰδὼν εἰ μὲν καὶ ξίφος ἔχων ἦλθον,
οὐκ ἂν ὤκνησα, εὖ ἴστε. τί γελᾶτε, ὦ Πυθιάς; γέλωτος
ἄξια δοκῶ σοι διηγεῖσθαι;
Ἰόεσσα
τοῦτό σε, ὦ Λυσία, λελύπηκεν; ἡ Πυθιὰς
αὕτη μοι συνεκάθευδε.
Πυθίας
μὴ λέγε, ὦ Ἰόεσσα, πρὸς αὐτόν.
Ἰόεσσα
τί μὴ λέγω; Πυθιὰς ἦν, φίλτατε, μετακληθεῖσα
ὑπ᾽ ἐμοῦ, ὡς ἅμα καθεύδοιμεν: ἐλυπούμην γὰρ σὲ μὴ ἔχουσα.
Λυσ´ιας
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.