[3]
ἀναμνήσω σε, ὦ Πλούτων: Ὀρφεῖ γὰρ
δἰ αὐτὴν ταύτην τὴν αἰτίαν τὴν Εὐρυδίκην παρέδοτε
καὶ τὴν ὁμογενῆ μου Ἄλκηστιν παρεπέμψατε Ἡρακλεῖ χαριζόμενοι.
Πλούτων
θελήσεις δὲ οὕτως κρανίον γυμνὸν ὢν καὶ
ἄμορφον τῇ καλῇ σου ἐκείνῃ νύμφῃ φανῆναι; πῶς δὲ
κἀκείνη προσήσεταί σε οὐδὲ δυναμένη διαγνῶναι; φοβή
σεται γὰρ εὖ οἶδα καὶ φεύξεταί σε καὶ μάτην ἔσῃ τοσαύτην ὁδὸν ἀνεληλυθώς.
Περσεφόνη
οὐκοῦν, ὦ ἄνερ, σὺ καὶ τοῦτο ἴασαι καὶ τὸν
Ἑρμῆν κέλευσον, ἐπειδὰν ἐν τῷ φωτὶ ἤδη ὁ Πρωτεσίλαος
ᾖ, καθικόμενον ἐν τῇ ῥάβδῳ νεανίαν εὐθὺς καλὸν
ἀπεργάσασθαι αὐτόν, οἷος ἦν ἐκ τοῦ παστοῦ.
Πλούτων
ἐπεὶ Φερσεφόνῃ συνδοκεῖ, ἀναγαγὼν τοῦτον
αὖθις ποίησον νυμφίον: σὺ δὲ μέμνησο μίαν λαβὼν ἡμέραν.
[p. 179]
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.