[2]
καὶ μήν, ὦ κάκιστοι Λυδῶν καὶ Φρυγῶν
καὶ Ἀσσυρίων, οὕτω γινώσκετε ὡς οὐδὲ παυσομένου μου:
[p. 139]
ἔνθα γὰρ ἂν ἴητε, ἀκολουθήσω ἀνιῶν καὶ κατᾴδων καὶ καταγελῶν.
Κροῖσος
ταῦτα οὐχ ὕβρις;
Μενίππου
οὔκ, ἀλλ᾽ ἐκεῖνα ὕβρις ἦν, ἃ ὑμεῖς ἐποιεῖτε,
προσκυνεῖσθαι ἀξιοῦντες καὶ ἐλευθέροις ἀνδράσιν ἐντρυφῶντες
καὶ τοῦ θανάτου τὸ παράπαν οὐ μνημονεύοντες:
τοιγαροῦν οἰμώξεσθε πάντων ἐκείνων ἀφῃρημένοι.
Κροῖσος
πολλῶν γε, ὦ θεοί, καὶ μεγάλων κτημάτων.
Μίδας
ὅσου μὲν ἐγὼ χρυσοῦ.
Σαρδανάπαλλος
ὅσης δὲ ἐγὼ τρυφῆς.
Μενίππου
εὖ γε, οὕτω ποιεῖτε: ὀδύρεσθε μὲν ὑμεῖς,
ἐγὼ δὲ τὸ γνῶθι σαυτὸν πολλάκις συνείρων ἐπᾴσομαι
ὑμῖν: πρέποι γὰρ ἂν ταῖς τοιαύταις οἰμωγαῖς ἐπᾳδόμενον.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.