previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[77] οὐδένα τοιοῦτον εἶδον.

Λυκῖνος
εὖ γε, Ἑρμότιμε, ὅτι οὐ ψεύδῃ ἑκών. εἰς τί δ᾽ οὖν ἀποβλέπων φιλοσοφεῖς, ὅταν ὁρᾷς μήτε τὸν διδάσκαλον τὸν σὸν μήτε τὸν ἐκείνου μήτε τὸν πρὸ αὐτοῦ μηδ᾽ ἂν εἰς δεκαγονίαν ἀναγάγῃς μηδένα αὐτῶν σοφὸν ἀκριβῶς καὶ διὰ τοῦτο εὐδαίμονα γεγενημένον; οὐδὲ γὰρ ἂν ἐκεῖνο ὀρθῶς εἴποις, ὡς ἀπόχρη, κἂν πλησίον γένῃ τῆς εὐδαιμονίας, ἐπεὶ οὐδὲν ὄφελος: ὁμοίως γὰρ ἔξω τοῦ ὀδοῦ ἐστι καὶ ἐν τῷ ὑπαίθρῳ τε παρὰ τὴν θύραν ἔξω ἑστὼς καὶ πόρρω, διαλλάττοιεν δ᾽ ἄν, ὅτι μᾶλλον οὗτος ἀνιάσεται ὁρῶν ἐγγύθεν οἵων ἐστέρηται. εἶτα ἵνα πλησίον γένῃ τῆς εὐδαιμονίαςδώσω γὰρ τοῦτό σοιτοσαῦτα πονεῖς κατατρύχων σεαυτόν, καὶ παραδεδράμηκε σε βίος τοσοῦτος ἐν ἀκηδίᾳ καὶ καμάτῳ [p. 386] καὶ ἀγρυπνίαις κάτω νενευκότα; καὶ εἰσαῦθις πονήσεις, ὡς φής, ἄλλα εἴκοσιν ἔτη τοὐλάχιστον, ἵνα ὀγδοηκοντούτης γενόμενοςεἴ τις ἐγγυητής ἐστί σοι, ὅτι βιώσῃ τοσαῦταὅμως ᾖς ἐν τοῖς μηδέπω εὐδαιμονοῦσιν; εἰ μὴ μόνος οἴει τεύξεσθαι τούτου καὶ αἱρήσειν διώκων πρὸ σοῦ μάλα πολλοὶ κἀγαθοὶ καὶ ὠκύτεροι παρὰ πολὺ διώκοντες οὐ κατέλαβον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: