previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[12] ἐκράτησε δὲ πότερος, Λυκῖνε, διδασκαλος Εὐθύδημος; εἴ τι καὶ τοιοῦτον ἔλεγεν Μίδας.

Λυκῖνος
τὰ μὲν πρῶτά φασιν, Ἑρμότιμε, ἀγχώμαλα [p. 342] σφίσι γενέσθαι, τὸ δ᾽ οὖν τέλος τῆς νίκης καθ᾽ ὑμᾶς ἐγένετο καὶ παρὰ πολὺ πρεσβύτης ὑπερέσχε: τὸν γοῦν Εὐθύδημον οὐδ᾽ ἀναιμωτί φασιν ἀπελθεῖν, ἀλλὰ τραῦμα παμμέγεθες ἔχοντα ἐν τῇ κεφαλῇ: ἐπεὶ γὰρ ἀλαζὼν ἦν καὶ ἐλεγκτικὸς καὶ πείθεσθαι οὐκ ἤθελεν οὐδὲ παρεῖχε ῥᾴδιον αὑτὸν ἐλέγχεσθαι, διδάσκαλός σου βέλτιστος ὃν εἶχε σκύφον Νεστόρειόν τινα καταφέρει αὐτοῦ πλησίον κατακειμένου, καὶ οὕτως ἐκράτησεν.

Ἑρμότιμος
εὖ γε: οὐ γὰρ ἄλλως ἐχρῆν πρὸς τοὺς μὴ ἐθέλοντας εἴκειν τοῖς κρείττοσιν.

Λυκῖνος
ταυτὶ μέν, Ἑρμότιμε, πάνυ εὔλογα. τί γὰρ παθὼν Εὐθύδημος ἄνδρα γέροντα παρώξυνεν, ἀόργητον καὶ θυμοῦ κρείττονα, σκύφον οὕτω βαρὺν ἐν τῇ χειρὶ ἔχοντα;

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: