This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[6]
μάλιστα δὲ ἐκεῖνο ἐλύπει, τὸ εἰδέναι μακράν,
μᾶλλον δὲ ἀΐδιον, τὴν δουλείαν ἐσομένην καὶ ἐκ διαδοχῆς παραδοθησομένην τὴν πόλιν ἄλλοτε ἄλλῳ δεσπότῃ καὶ πονηρῶν κληρονόμημα γενησόμενον τὸν δῆμον ὡς τοῖς γε ἄλλοις οὐ μικρά τις ἐλπὶς αὕτη, τὸ λογίζεσθαι καὶ πρὸς αὐτοὺς λέγειν, ‘ ἀλλ᾽ ἤδη παύσεται,’
‘ ἀλλ᾽ ἤδη
τεθνήξεται καὶ μετ᾽ ὀλίγον ἐλεύθεροι γενησόμεθα.’ ἐπ᾽
ἐκείνων δὲ οὐδὲν τοιοῦτον ἠλπίζετο, ἀλλὰ
ἑωρῶμεν ἤδη ἕτοιμον τὸν τῆς ἀρχῆς διάδοχον. τοιγαροῦν οὐδ᾽ ἐπιχειρεῖν τις ἐτόλμα τῶν γεννικῶν καὶ τὰ αὐτὰ ἐμοὶ προαιρουμένων, ἀλλ᾽ ἀπέγνωστο παντάπασιν ἡ ἐλευθερία καὶ ἄμαχος ἡ τυραννὶς ἐδόκει, πρὸς τοσούτους ἐσομένης τῆς ἐπιχειρήσεως.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.