previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[7] δὲ μάλιστα ἐλεγχθῆναι δεῖν ἡγοῦμαι, ταῦτα ἐρῶ. τὴν γάρ τοι ἀρχὴν τῶν τοιούτων παρανομημάτων καὶ τὴν αἰτίαν τοῦ νοθευθῆναι ἡμῶν τὸ ξυνέδριον σύ, Ζεῦ, παρέσχες θνηταῖς ἐπιμιγνύμενος καὶ κατιὼν παρ᾽ αὐτὰς ἐν ἄλλοτε ἄλλῳ σχήματι, ὥστε ἡμᾶς δεδιέναι μή σε καταθύσῃ τις ξυλλαβών, ὁπόταν ταῦρος ᾖς, τῶν χρυσοχόων τις κατεργάσηται χρυσὸν ὄντα, καὶ ἀντὶ Διὸς ὅρμος ψέλιον ἐλλόβιον ἡμῖν γένῃ. πλὴν ἀλλὰ ἐμπέπληκάς γε τὸν οὐρανὸν τῶν ἡμιθέων τούτων οὐ γὰρ ἂν ἄλλως εἴποιμι. καὶ τὸ πρᾶγμα γελοιότατόν ἐστιν, ὁπόταν τις ἄφνω ἀκούσῃ ὅτι Ἡρακλῆς μὲν θεὸς ἀπεδείχθη, δὲ Εὐρυσθεύς, ὃς ἐπέταττεν αὐτῷ, τέθνηκεν, καὶ πλησίον Ἡρακλέους νεὼς οἰκέτου ὄντος καὶ Εὐρυσθέως τάφος τοῦ δεσπότου αὐτοῦ, καὶ πάλιν ἐν Θήβαις Διόνυσος μὲν θεός, οἱ δ᾽ ἀνεψιοὶ αὐτοῦ [p. 428] Πενθεὺς καὶ Ἀκταίων καὶ Λέαρχος ἀνθρώπων ἁπάντων κακοδαιμονέστατοι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: