previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[10] τοιαύτης δὲ αὐτοῖς τῆς ὑποθέσεως οὔσης, φέρε ἤδη πρὸς ἡμᾶς αὐτοὺς ἐπισκοπήσωμεν οἷα μὲν πρὸ τοῦ εἰσδεχθῆναι καὶ τυχεῖν ὑπομένουσιν, οἷα δὲ ἐν αὐτῷ ἤδη ὄντες πάσχουσιν, ἐπὶ πᾶσι δὲ ἥτις αὐτοῖς καταστροφὴ τοῦ δράματος γίγνεται. οὐ γὰρ δὴ ἐκεῖνό γε εἰπεῖν ἐστιν, ὡς εἰ καὶ πονηρὰ ταῦτα, εὔληπτα γοῦν καὶ οὐ πολλοῦ δεήσει τοῦ πόνου, ἀλλὰ θελῆσαι δεῖ μόνον, εἶτά σοι πέπρακται τὸ πᾶν εὐμαρῶς: ἀλλὰ πολλῆς μὲν τῆς διαδρομῆς δεῖ,^ συνεχοῦς δὲ τῆς θυραυλίας, ἕωθέν τε ἐξανιστάμενον περιμένειν ὠθούμενον καὶ ἀποκλειόμενον καὶ ἀναίσχυντον ἐνίοτε [p. 430] καὶ ὀχληρὸν δοκοῦντα καὶ ὑπὸ θυρωρῷ κακῶς συρίζοντι καὶ ὀνομακλήτορι Λιβυκῷ ταττόμενον καὶ μισθὸν τελοῦντα τῆς μνήμης τοῦ ὀνόματος. καὶ μὴν καὶ ἐσθῆτος ὑπὲρ τὴν ὑπάρχουσαν δύναμιν ἐπιμεληθῆναι χρὴ πρὸς τὸ τοῦ θεραπευομένου ἀξίωμα, καὶ χρώματα αἱρεῖσθαι οἷς ἂν ἐκεῖνος ἥδηται, ὡς μὴ ἀπᾴδῃς μηδὲ προσκρούῃς βλεπόμενος, καὶ φιλοπόνως ἕπεσθαι, μᾶλλον δὲ ἡγεῖσθαι, ὑπὸ τῶν οἰκετῶν προωθούμενον καὶ ὥσπερ τινὰ πομπὴν ἀναπληροῦντα. δὲ οὐδὲ προσβλέπει πολλῶν ἑξῆς ἡμερῶν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: