Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[50]
ἀστεῖον δὲ κἀκεῖνο αὐτοῦ καὶ δηκτικὸν ἅμα
τὸ πρὸς τὸν ἀνθύπατον εἰρημένον: ἦν μὲν γὰρ τῶν πιττουμένων τὰ σκέλη καὶ τὸ σῶμα ὅλον: κυνικοῦ δέ τινος ἐπὶ λίθον ἀναβάντος καὶ αὐτὸ
τοῦτο κατηγοροῦντος αὐτοῦ καὶ εἰς κιναιδίαν διαβάλλοντος, ἀγανακτήσας καὶ κατασπασθῆναι τὸν Κυνικὸν κελεύσας ἔμελλεν ἢ ξύλοις συντρίψειν ἢ καὶ φυγῇ ζημιώσειν ἀλλ᾽ ὅ γε Δημῶναξ παρατυχὼν παρῃτεῖτο συγγνώμην ἔχειν αὐτῷ
κατά τινα πάτριον τοῖς Κυνικοῖς παρρησίαν
θρασυνομένῳ. εἰπόντος δὲ τοῦ ἀνθυπάτου, Νῦν
μέν σοι ἀφίημι αὐτόν, ἂν δὲ ὕστερον τοιοῦτόν τι τολμήσῃ, τί παθεῖν ἄξιός ἐστιν; καὶ ὁ Δημῶναξ, Δρωπακισθῆναι τότε αὐτὸν κέλευσον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.