previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τοῦ δ᾽ ἔτους τούτου διελθόντος Ἀθήνησι μὲν ἦρχε Νικόδωρος, ἐν Ῥώμῃ δ᾽ ἦσαν ὕπατοι Λεύκιος Παπείριος τὸ τέταρτον καὶ Κόιντος Πόπλιος τὸ δεύτερον. [2] ἐπὶ δὲ τούτων Ἀριστόδημος μὲν κατασταθεὶς ὑπ᾽ Ἀντιγόνου στρατηγὸς ὡς ἐπύθετο τὴν Ἀλεξάνδρου τοῦ Πολυπέρχοντος ἀπόστασιν, ἐπὶ τοῦ κοινοῦ τῶν Αἰτωλῶν δικαιολογησάμενος προετρέψατο τὰ πλήθη βοηθεῖν τοῖς Ἀντιγόνου πράγμασιν, αὐτὸς δὲ μετὰ τῶν μισθοφόρων διαβὰς ἐκ τῆς Αἰτωλίας εἰς Πελοπόννησον κατέλαβεν Ἀλέξανδρόν τε καὶ τοὺς Ἠλείους πολιορκοῦντας τὴν Κυλλήνην, εὐκαίρως δὲ τοῖς κινδυνεύουσιν ἐπιφανεὶς ἔλυσε τὴν πολιορκίαν. [3] καταλιπὼν δ᾽ ἐνταῦθα τοὺς παρεξομένους τῷ φρουρίῳ τὴν ἀσφάλειαν ἀνέζευξεν εἰς τὴν Ἀχαΐαν καὶ Πάτρας μὲν ἠλευθέρωσε φρουρουμένας ὑπὸ τῶν Κασάνδρου στρατιωτῶν, Αἴγιον [p. 106] δὲ ἐκπολιορκήσας τῆς τε φρουρᾶς ἐκυρίευσε καὶ τοῖς Αἰγιεῦσι κατὰ δόγμα τὴν ἐλευθερίαν βουλόμενος ἀποκαταστῆσαι διὰ ταύτην τὴν περίστασιν ἐκωλύθη: τῶν γὰρ στρατιωτῶν τραπέντων πρὸς ἁρπαγὴν πολλοὶ μὲν ἀπεσφάγησαν τῶν Αἰγιέων, πλεῖσται δὲ τῶν οἰκιῶν διεφθάρησαν. [4] μετὰ δὲ ταῦτα διαπλεύσαντος εἰς Αἰτωλίαν αὐτοῦ Δυμαῖοι, φρουρὰν ἔχοντες παρὰ Κασάνδρου, διετείχισαν τὴν πόλιν, ὥστε κατ᾽ ἰδίαν οὖσαν ἀπὸ τῆς ἀκροπόλεως διεζεῦχθαι. παρακαλέσαντες δ᾽ ἀλλήλους ἀντέχεσθαι τῆς αὐτονομίας περιεστρατοπέδευσαν [5] τὴν ἄκραν καὶ συνεχεῖς προσβολὰς ἐποιοῦντο δὴ πυθόμενος Ἀλέξανδρος ἧκεν μετὰ δυνάμεως καὶ βιασάμενος ἐντὸς τοῦ τείχους ἐκυρίευσε τῆς πόλεως, τῶν δὲ Δυμαίων τοὺς μὲν ἀπέσφαξεν, τοὺς δ᾽ εἰς φυλακὴν ἀπέθετο, πολλοὺς δὲ ἐφυγάδευσεν. [6] οἱ δὲ περιλειφθέντες ἀπαλλαγέντος ἐκ τῆς πόλεως Ἀλεξάνδρου χρόνον μέν τινα τὴν ἡσυχίαν ἦγον, καταπεπληγμένοι τὸ μέγεθος τῆς συμφορᾶς, ἅμα δὲ καὶ συμμάχων ὄντες ἔρημοι: μετὰ δέ τινα χρόνον ἐξ Αἰγίου τοὺς Ἀριστοδήμου μισθοφόρους μεταπεμψάμενοι πάλιν ἐπέθεντο τῇ φρουρᾷ καὶ κυριεύσαντες τῆς ἄκρας τὴν μὲν πόλιν ἠλευθέρωσαν, τῶν δὲ καταλειφθέντων τοὺς πλείστους ἀποσφάξαντες συνανεῖλαν καὶ τῶν ἰδίων πολιτῶν ὅσοι πρὸς Ἀλέξανδρον εἶχον φιλίαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (7 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: