previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

9% of the text is displayed below. If you wish to view the entire text, please click here

Book XI

ξοντεντς.

τάδε ἔνεστιν ἐν τῇ ἑνδεκάτῃ τῶν Διοδώρου βίβλων.

περὶ τῆς Ξέρξου διαβάσεως εἰς τὴν Εὐρώπην.

περὶ τῆς μάχης τῆς ἐν Θερμοπύλαις.

περὶ τῆς Ξέρξου ναυμαχίας πρὸς τοὺς Ἕλληνας.

ὡς Θεμιστοκλέους καταστρατηγήσαντος τὸν Ξέρξην κατεναυμάχησαν οἱ Ἕλληνες τοὺς βαρβάρους περὶ Σαλαμῖνα.

ὡς Ξέρξης Μαρδόνιον στρατηγὸν ἀπολιπὼν μετὰ μέρους τῆς δυνάμεως ἀπῆρεν εἰς τὴν Ἀσίαν.

ὡς Καρχηδόνιοι μεγάλαις δυνάμεσιν ἐστράτευσαν εἰς τὴν Σικελίαν.

ὡς Γέλων καταστρατηγήσας τοὺς βαρβάρους τοὺς μὲν αὐτῶν κατέκοψε, τοὺς δ᾽ ἐζώγρησεν.

ὡς Γέλων δεηθέντων Καρχηδονίων χρήματα πραξάμενος συνεχώρησεν αὐτοῖς τὴν εἰρήνην.

κρίσις τῶν ἀριστευσάντων Ἑλλήνων ἐν τῷ πολέμῳ.

μάχη τῶν Ἑλλήνων πρὸς Μαρδόνιον καὶ Πέρσας περὶ Πλαταιὰς καὶ νίκη τῶν Ἑλλήνων.

πόλεμος Ῥωμαίοις πρὸς Αἰκολανοὺς καὶ τοὺς τὸ Τοῦσκλον κατοικοῦντας.

περὶ τῆς κατασκευῆς τοῦ Πειραιέως ὑπὸ Θεμιστοκλέους.

περὶ τῆς ἀποσταλείσης βοηθείας Κυμαίοις ὑφ᾽ Ἱέρωνος τοῦ βασιλέως.

περὶ τοῦ γενομένου πολέμου Ταραντίνοις πρὸς Ἰάπυγας.

ὡς Θρασυδαῖος Θήρωνος μὲν υἱός, τύραννος δὲ Ἀκραγαντίνων, ἡττηθεὶς ὑπὸ Συρακουσίων ἀπέβαλε τὴν δυναστείαν.

ὡς Θεμιστοκλῆς φυγὼν πρὸς Ξέρξην καὶ κατηγορηθεὶς θανάτου ἠλευθερώθη.

ὡς Ἀθηναῖοι τὰς κατὰ τὴν Ἀσίαν Ἑλληνίδας πόλεις ἠλευθέρωσαν.

περὶ τοῦ γενομένου σεισμοῦ περὶ τὴν Λακωνικήν.

περὶ τῆς ἀποστάσεως τῶν Μεσσηνίων καὶ τῶν Εἱλώτων ἀπὸ Λακεδαιμονίων.

ὡς Ἀργεῖοι Μυκήνας κατασκάψαντες ἀοίκητον ἐποίησαν τὴν πόλιν.

ὡς τὴν ἀπὸ Γέλωνος βασιλείαν κατέλυσαν οἱ Συρακούσιοι.

ὡς Ξέρξου δολοφονηθέντος Ἀρταξέρξης ἐβασίλευσεν.

περὶ τῆς ἀποστάσεως τῶν Αἰγυπτίων ἀπὸ Περσῶν.

περὶ στάσεων τῶν γενομένων ἐν ταῖς Συρακούσαις.

ὡς Ἀθηναῖοι Αἰγινήτας καὶ Κορινθίους κατεπολέμησαν.

ὡς Φωκεῖς πρὸς Δωριεῖς ἐπολέμησαν.

ὡς Μυρωνίδης Ἀθηναῖος ὀλίγοις στρατιώταις Βοιωτοὺς πολλαπλασίους ὄντας ἐνίκησεν.

περὶ τῆς Τολμίδου στρατείας εἰς Κεφαλληνίαν.

περὶ τοῦ γενομένου πολέμου κατὰ τὴν Σικελίαν Ἐγεσταίοις καὶ Λιλυβαίοις.

περὶ τοῦ νομοθετηθέντος ἐν Συρακούσαις πεταλισμοῦ.

στρατεία Περικλέους εἰς Πελοπόννησον.

στρατεία Συρακουσίων εἰς Τυρρηνίαν.

περὶ τῶν ἐν Σικελίᾳ Παλικῶν ὀνομαζομένων.

περὶ τῆς Δουκετίου ἥττης καὶ τῆς περὶ αὐτὸν παραδόξου σωτηρίας.


1.

μὲν οὖν πρὸ ταύτης βίβλος, τῆς ὅλης συντάξεως οὖσα δεκάτη, τὸ τέλος ἔσχε τῶν πράξεων εἰς τὸν προηγούμενον ἐνιαυτὸν τῆς Ξέρξου διαβάσεως εἰς τὴν Εὐρώπην καὶ εἰς τὰς γενομένας δημηγορίας ἐν τῇ κοινῇ συνόδῳ τῶν Ἑλλήνων ἐν Κορίνθῳ περὶ τῆς Γέλωνος συμμαχίας τοῖς Ἕλλησιν: ἐν ταύτῃ δὲ τὸ συνεχὲς τῆς ἱστορίας ἀναπληροῦντες ἀρξόμεθα μὲν ἀπὸ τῆς Ξέρξου στρατείας ἐπὶ τοὺς Ἕλληνας, καταλήξομεν δὲ ἐπὶ τὸν προηγούμενον ἐνιαυτὸν τῆς Ἀθηναίων στρατείας ἐπὶ Κύπρον ἡγουμένου Κίμωνος. [2]

ἐπ᾽ ἄρχοντος γὰρ Ἀθήνησι Καλλιάδου Ῥωμαῖοι κατέστησαν ὑπάτους Σπόριον Κάσσιον καὶ Πρόκλον Οὐεργίνιον Τρίκοστον, ἤχθη δὲ καὶ παρ᾽ Ἠλείοις Ὀλυμπιὰς πέμπτη πρὸς ταῖς ἑβδομήκοντα, καθ᾽ ἣν ἐνίκα στάδιον Ἀστύλος Συρακόσιος. ἐπὶ δὲ τούτων Ξέρξης βασιλεὺς ἐστράτευσεν ἐπὶ τὴν Ἑλλάδα διὰ ταύτην τὴν αἰτίαν. [3] Μαρδόνιος Πέρσης ἀνεψιὸς μὲν καὶ κηδεστὴς ἦν Ξέρξου, διὰ δὲ σύνεσιν καὶ ἀνδρείαν μάλιστα θαυμαζόμενος παρὰ τοῖς Πέρσαις. οὗτος μετέωρος ὢν τῷ φρονήματι καὶ τὴν ἡλικίαν ἀκμάζων, ἐπεθύμει μεγάλων δυνάμεων ἀφηγήσασθαι: διόπερ ἔπεισε τὸν Ξέρξην καταδουλώσασθαι τοὺς Ἕλληνας, ἀεὶ πολεμικῶς ἔχοντας πρὸς τοὺς Πέρσας. [4] δὲ Ξέρξης πεισθεὶς αὐτῷ καὶ βουλόμενος πάντας τοὺς Ἕλληνας ἀναστάτους ποιῆσαι, διεπρεσβεύσατο πρὸς Καρχηδονίους περὶ κοινοπραγίας καὶ συνέθετο πρὸς αὐτούς, ὥστε αὐτὸν μὲν ἐπὶ τοὺς τὴν Ἑλλάδα κατοικοῦντας Ἕλληνας στρατεύειν, Καρχηδονίους δὲ τοῖς αὐτοῖς χρόνοις μεγάλας παρασκευάσασθαι δυνάμεις καὶ καταπολεμῆσαι τῶν Ἑλλήνων τοὺς περὶ Σικελίαν καὶ Ἰταλίαν οἰκοῦντας. [5] ἀκολούθως οὖν ταῖς συνθήκαις Καρχηδόνιοι μὲν χρημάτων πλῆθος ἀθροίσαντες μισθοφόρους συνῆγον ἔκ τε τῆς Ἰταλίας καὶ Λιγυστικῆς, ἔτι δὲ Γαλατίας καὶ Ἰβηρίας, πρὸς δὲ τούτοις ἐκ τῆς Λιβύης ἁπάσης καὶ τῆς Καρχηδόνος κατέγραφον πολιτικὰς δυνάμεις: τέλος δὲ τριετῆ χρόνον περὶ τὰς παρασκευὰς ἀσχοληθέντες ἤθροισαν πεζῶν μὲν ὑπὲρ τὰς τριάκοντα μυριάδας, ναῦς δὲ διακοσίας. 2. δὲ Ξέρξης ἁμιλλώμενος πρὸς τὴν τῶν Καρχηδονίων σπουδήν, ὑπερεβάλετο πάσαις ταῖς παρασκευαῖς τοσοῦτον ὅσον καὶ τῷ πλήθει τῶν ἐθνῶν ὑπερεῖχε Καρχηδονίων. ἤρξατο δὲ ναυπηγεῖσθαι κατὰ πᾶσαν τὴν παραθαλάττιον τὴν ὑπ᾽ αὐτὸν ταττομένην, Αἴγυπτόν τε καὶ Φοινίκην καὶ Κύπρον, πρὸς δὲ τούτοις Κιλικίαν καὶ Παμφυλίαν καὶ Πισιδικήν, ἔτι δὲ Λυκίαν καὶ Καρίαν καὶ Μυσίαν καὶ Τρῳάδα καὶ τὰς ἐφ᾽ Ἑλλησπόντῳ πόλεις καὶ τὴν Βιθυνίαν καὶ τὸν Πόντον. ὁμοίως δὲ τοῖς Καρχηδονίοις τριετῆ χρόνον παρασκευασάμενος κατεσκεύασε ναῦς μακρὰς πλείους τῶν χιλίων καὶ διακοσίων. [2] συνεβάλετο δὲ αὐτῷ καὶ πατὴρ Δαρεῖος, πρὸ τῆς τελευτῆς παρασκευὰς πεποιημένος μεγάλων δυνάμεων: καὶ γὰρ ἐκεῖνος ἡττημένος ὑπὸ Ἀθηναίων ἐν Μαραθῶνι Δάτιδος ἡγουμένου, χαλεπῶς διέκειτο πρὸς τοὺς νενικηκότας Ἀθηναίους. ἀλλὰ Δαρεῖος μὲν μέλλων ἤδη διαβαίνειν ἐπὶ τοὺς Ἕλληνας ἐμεσολαβήθη τελευτήσας, δὲ Ξέρξης διά τε τὴν τοῦ πατρὸς ἐπιβολὴν καὶ τὴν τοῦ Μαρδονίου συμβουλίαν, καθότι προείρηται, διέγνω πολεμεῖν τοῖς Ἕλλησιν. [3] ὡς δ᾽ αὐτῷ πάντα τὰ πρὸς τὴν στρατείαν ἡτοίμαστο, τοῖς μὲν ναυάρχοις παρήγγειλεν ἀθροίζειν τὰς ναῦς εἰς Κύμην καὶ Φώκαιαν, αὐτὸς δ᾽ ἐξ ἁπασῶν τῶν σατραπειῶν συναγαγὼν τὰς πεζὰς καὶ ἱππικὰς δυνάμεις, προῆγεν ἐκ τῶν Σούσων. ὡς δ᾽ ἧκεν εἰς Σάρδεις, κήρυκας ἐξέπεμψεν εἰς τὴν Ἑλλάδα, προστάξας εἰς πάσας τὰς πόλεις ἰέναι καὶ τοὺς Ἕλληνας αἰτεῖν ὕδωρ καὶ γῆν. [4] τὴν δὲ στρατιὰν διελόμενος ἐξαπέστειλε τοὺς ἱκανοὺς ζεῦξαι μὲν τὸν Ἑλλήσποντον, διασκάψαι δὲ τὸν Ἄθω κατὰ τὸν αὐχένα τῆς Χερρονήσου, ἅμα μὲν ταῖς δυνάμεσιν ἀσφαλῆ καὶ σύντομον τὴν διέξοδον ποιούμενος, ἅμα δὲ τῷ μεγέθει τῶν ἔργων ἐλπίζων προκαταπλήξεσθαι τοὺς Ἕλληνας. οἱ μὲν οὖν πεμφθέντες ἐπὶ τὴν κατασκευὴν τῶν ἔργων ταχέως ἤνυον διὰ τὴν πολυχειρίαν τῶν ἐργαζομένων. [5] οἱ δ᾽ Ἕλληνες πυθόμενοι τὸ μέγεθος τῆς τῶν Περσῶν δυνάμεως, ἐξέπεμψαν εἰς Θετταλίαν μυρίους ὁπλίτας τοὺς καταληψομένους τὰς περὶ τὰ Τέμπη παρόδους: ἡγεῖτο δὲ τῶν μὲν Λακεδαιμονίων Συνετός, τῶν δὲ Ἀθηναίων Θεμιστοκλῆς. οὗτοι δὲ πρὸς τὰς πόλεις πρεσβευτὰς ἀποστείλαντες ἠξίουν ἀποστέλλειν στρατιώτας τοὺς κοινῇ φυλάξοντας τὰς παρόδους: ἔσπευδον γὰρ ἁπάσας τὰς Ἑλληνίδας πόλεις διαλαβεῖν ταῖς προφυλακαῖς καὶ κοινοποιήσασθαι τὸν πρὸς τοὺς Πέρσας πόλεμον. [6] ἐπεὶ δὲ τῶν Θετταλῶν καὶ τῶν ἄλλων Ἑλλήνων τῶν πλησιοχώρων ταῖς παρόδοις ἔδωκαν οἱ πλείους ὕδωρ τε καὶ γῆν τοῖς ἀφιγμένοις ἀγγέλοις ἀπὸ Ξέρξου, ἀπογνόντες τὴν περὶ τὰ Τέμπη φυλακὴν ἐπανῆλθον εἰς τὴν οἰκείαν. 3.

χρήσιμον δὲ διορίσαι τῶν Ἑλλήνων τοὺς τὰ τῶν βαρβάρων ἑλομένους, ἵνα τυγχάνοντες ὀνείδους ἀποτρέπωσι ταῖς βλασφημίαις τοὺς προδότας ἂν γενομένους τῆς κοινῆς ἐλευθερίας. [2] Αἰνιᾶνες μὲν οὖν καὶ Δόλοπες καὶ Μηλιεῖς καὶ Περραιβοὶ καὶ Μάγνητες μετὰ τῶν βαρβάρων ἐτάχθησαν, ἔτι παρούσης τῆς ἐν τοῖς Τέμπεσι φυλακῆς, Ἀχαιοὶ δὲ Φθιῶται καὶ Λοκροὶ καὶ Θετταλοὶ καὶ Βοιωτοὶ οἱ πλείους τούτων ἀπελθόντων ἀπέκλιναν πρὸς τοὺς βαρβάρους. [3] οἱ δ᾽ ἐν Ἰσθμῷ συνεδρεύοντες τῶν Ἑλλήνων ἐψηφίσαντο τοὺς μὲν ἐθελοντὶ τῶν Ἑλλήνων ἑλομένους τὰ Περσῶν δεκατεῦσαι τοῖς θεοῖς, ἐπὰν τῷ πολέμῳ κρατήσωσι, πρὸς δὲ τοὺς τὴν ἡσυχίαν ἔχοντας ἐκπέμψαι πρέσβεις τοὺς παρακαλέσοντας συναγωνίζεσθαι περὶ τῆς κοινῆς ἐλευθερίας. [4] ὧν οἱ μὲν εἵλοντο γνησίως τὴν συμμαχίαν, οἱ δὲ παρῆγον ἐφ᾽ ἱκανὸν χρόνον, ἀντεχόμενοι τῆς ἰδίας μόνον ἀσφαλείας καὶ καραδοκοῦντες τὸ τοῦ πολέμου τέλος: Ἀργεῖοι δὲ πρέσβεις ἀποστείλαντες εἰς τὸ κοινὸν συνέδριον ἐπηγγέλλοντο συμμαχήσειν, ἐὰν αὐτοῖς μέρος τι τῆς ἡγεμονίας συγχωρήσωσιν. [5] οἷς οἱ σύνεδροι διεσάφησαν, εἰ μὲν δεινότερον ἡγοῦνται τὸ στρατηγὸν ἔχειν Ἕλληνα δεσπότην βάρβαρον, ὀρθῶς αὐτοὺς ἔχειν ἡσυχίαν, εἰ δὲ φιλοτιμοῦνται λαβεῖν τὴν τῶν Ἑλλήνων ἡγεμονίαν, ἄξια ταύτης δεῖν ἔφασαν αὐτοὺς πεπραχότας ἐπιζητεῖν τὴν τηλικαύτην δόξαν. μετὰ δὲ ταῦτα τῶν παρὰ Ξέρξου πρέσβεων ἐπιόντων τὴν Ἑλλάδα καὶ γῆν καὶ ὕδωρ αἰτούντων, αἱ πόλεις ἅπασαι διὰ τῶν ἀποκρίσεων ἀπεδείκνυντο τὴν περὶ τῆς κοινῆς ἐλευθερίας σπουδήν. [6]

Ξέρξης δὲ ὡς ἐπύθετο τὸν Ἑλλήσποντον ἐζεῦχθαι καὶ τὸν Ἄθω διεσκάφθαι, προῆγεν ἐκ τῶν Σάρδεων ἐφ᾽ Ἑλλησπόντου τὴν πορείαν ποιούμενος: ὡς δὲ ἧκεν εἰς Ἄβυδον, διὰ τοῦ ζεύγματος τὴν δύναμιν διήγαγεν εἰς τὴν Εὐρώπην. πορευόμενος δὲ διὰ τῆς Θρᾴκης πολλοὺς προσελαμβάνετο στρατιώτας καὶ τῶν Θρᾳκῶν καὶ τῶν ὁμόρων τούτοις Ἑλλήνων. [7] ὡς δ᾽ ἧκεν εἰς τὸν ὀνομαζόμενον Δορίσκον, ἐνταῦθα μετεπέμψατο τὸ ναυτικόν, ὥστε ἀμφοτέρας τὰς δυνάμεις εἰς ἕνα τόπον ἀθροισθῆναι. ἐποιήσατο δὲ καὶ τὸν ἐξετασμὸν τῆς στρατιᾶς ἁπάσης: ἠριθμήθησαν δὲ τῆς πεζῆς δυνάμεως μυριάδες πλείους τῶν ὀγδοήκοντα, νῆες δὲ αἱ σύμπασαι μακραὶ πλείους τῶν χιλίων καὶ διακοσίων, καὶ τούτων Ἑλληνίδες τριακόσιαι καὶ εἴκοσι, τὰ μὲν πληρώματα τῶν ἀνδρῶν παρεχομένων τῶν Ἑλλήνων, τὰ δὲ σκάφη τοῦ βασιλέως χορηγοῦντος: αἱ δὲ λοιπαὶ πᾶσαι βαρβαρικαὶ κατηριθμοῦντο: καὶ τούτων Αἰγύπτιοι μὲν διακοσίας παρέσχοντο, Φοίνικες δὲ τριακοσίας, Κίλικες δὲ ὀγδοήκοντα, Πάμφυλοι δὲ τετταράκοντα, καὶ Λύκιοι τὰς ἴσας, πρὸς δὲ τούτοις Κᾶρες μὲν ὀγδοήκοντα, Κύπριοι δὲ ἑκατὸν καὶ πεντήκοντα. [8] τῶν δὲ Ἑλλήνων ἔπεμψαν Δωριεῖς μὲν οἱ πρὸς τῇ Καρίᾳ κατοικοῦντες μετὰ Ῥοδίων καὶ Κῴων τετταράκοντα, Ἴωνες δὲ μετὰ Χίων καὶ Σαμίων ἑκατόν, Αἰολεῖς δὲ μετὰ Λεσβίων καὶ Τενεδίων τετταράκοντα, Ἑλλησπόντιοι δὲ ὀγδοήκοντα σὺν τοῖς περὶ τὸν Πόντον κατοικοῦσι, νησιῶται δὲ πεντήκοντα: τὰς γὰρ νήσους τὰς ἐντὸς Κυανέων καὶ Τριοπίου καὶ Σουνίου προσηγμένος ἦν βασιλεύς. [9] τριήρεις μὲν οὖν τοσαῦται τὸ πλῆθος ὑπῆρχον, ἱππαγωγοὶ δὲ ὀκτακόσιαι πεντήκοντα, αἱ δὲ τριηκόντοροι τρισχίλιαι. μὲν οὖν Ξέρξης περὶ τὸν ἐξετασμὸν τῶν δυνάμεων διέτριβε περὶ τὸν Δορίσκον. 4.

τοῖς δὲ συνέδροις τῶν Ἑλλήνων, ἐπειδὴ πλησίον εἶναι προσαπηγγέλθησαν αἱ τῶν Περσῶν δυνάμεις, ἔδοξε ταχέως ἀποστέλλειν τὴν μὲν ναυτικὴν δύναμιν ἐπ᾽ Ἀρτεμίσιον τῆς Εὐβοίας, εὔθετον ὁρῶσι τὸν τόπον τοῦτον πρὸς τὴν ἀπάντησιν τῶν πολεμίων, εἰς δὲ τὰς Θερμοπύλας τοὺς ἱκανοὺς ὁπλίτας, προκαταληψομένους τὰς ἐν τοῖς στενοῖς παρόδους καὶ κωλύσοντας προάγειν ἐπὶ τὴν Ἑλλάδα τοὺς βαρβάρους: ἔσπευδον γὰρ τοὺς τὰ τῶν Ἑλλήνων προελομένους ἐντὸς περιλαβεῖν καὶ σώζειν εἰς τὸ δυνατὸν τοὺς συμμάχους. [2] ἡγεῖτο δὲ τοῦ μὲν στόλου παντὸς Εὐρυβιάδης Λακεδαιμόνιος, τῶν δὲ εἰς Θερμοπύλας ἐκπεμφθέντων Λεωνίδης τῶν Σπαρτιατῶν βασιλεύς, μέγα φρονῶν ἐπ᾽ ἀνδρείᾳ καὶ στρατηγίᾳ. οὗτος δὲ λαβὼν τὴν ἐξουσίαν ἐπήγγειλε χιλίους μόνον ἐπὶ τὴν στρατείαν ἀκολουθεῖν αὐτῷ. [3] τῶν δὲ ἐφόρων λεγόντων ὡς ὀλίγους παντελῶς ἄγει πρὸς μεγάλην δύναμιν, καὶ προσταττόντων πλείονας παραλαμβάνειν, εἶπε πρὸς αὐτοὺς ἐν ἀπορρήτοις ὅτι πρὸς μὲν τὸ κωλῦσαι τοὺς βαρβάρους διελθεῖν τὰς παρόδους ὀλίγοι, πρὸς μέντοι γε τὴν πρᾶξιν ἐφ᾽ ἣν πορεύονται νῦν πολλοί. [4] αἰνιγματώδους δὲ καὶ ἀσαφοῦς τῆς ἀποκρίσεως γενομένης, ἐπηρώτησαν αὐτὸν εἰ πρὸς εὐτελῆ τινα πρᾶξιν αὐτοὺς ἄγειν διανοεῖται. ἀπεκρίθη δὲ ὅτι τῷ λόγῳ μὲν ἐπὶ τὴν φυλακὴν ἄγει τῶν παρόδων, τῷ δ᾽ ἔργῳ περὶ τῆς κοινῆς ἐλευθερίας ἀποθανουμένους: ὥστε ἐὰν μὲν οἱ χίλιοι πορευθῶσιν, ἐπιφανεστέραν ἔσεσθαι τὴν Σπάρτην τούτων τελευτηκότων, ἐὰν δὲ πανδημεὶ στρατεύσωσι Λακεδαιμόνιοι, παντελῶς ἀπολεῖσθαι τὴν Λακεδαίμονα: οὐδένα γὰρ αὐτῶν τολμήσειν φεύγειν, ἵνα τύχῃ σωτηρίας. [5] τῶν μὲν οὖν Λακεδαιμονίων ἦσαν χίλιοι, καὶ σὺν αὐτοῖς Σπαρτιᾶται τριακόσιοι, τῶν δ᾽ ἄλλων Ἑλλήνων τῶν ἅμ᾽ αὐτοῖς συνεκπεμφθέντων ἐπὶ τὰς Θερμοπύλας τρισχίλιοι. [6] μὲν οὖν Λεωνίδης μετὰ τετρακισχιλίων προῆγεν ἐπὶ τὰς Θερμοπύλας, Λοκροὶ δὲ οἱ πλησίον τῶν παρόδων κατοικοῦντες ἐδεδώκεσαν μὲν γῆν καὶ ὕδωρ τοῖς Πέρσαις, κατεπηγγελμένοι δ᾽ ἦσαν προκαταλήψεσθαι τὰς παρόδους: ὡς δ᾽ ἐπύθοντο τὸν Λεωνίδην ἥκειν εἰς Θερμοπύλας, μετενόησαν καὶ μετέθεντο πρὸς τοὺς Ἕλληνας. [7] ἧκον δὲ εἰς τὰς Θερμοπύλας καὶ Λοκροὶ χίλιοι καὶ Μηλιέων τοσοῦτοι καὶ Φωκέων οὐ πολὺ λειπόμενοι τῶν χιλίων, ὁμοίως δὲ καὶ Θηβαίων ἀπὸ τῆς ἑτέρας μερίδος ὡς τετρακόσιοι: διεφέροντο γὰρ οἱ τὰς Θήβας κατοικοῦντες πρὸς ἀλλήλους περὶ τῆς πρὸς τοὺς Πέρσας συμμαχίας. οἱ μὲν οὖν μετὰ Λεωνίδου συνταχθέντες Ἕλληνες τοσοῦτοι τὸν ἀριθμὸν ὄντες διέτριβον περὶ τὰς Θερμοπύλας, ἀναμένοντες τὴν τῶν Περσῶν παρουσίαν. 5.

Ξέρξης δὲ μετὰ τὸν ἐξετασμὸν τῶν δυνάμεων προῆγε μετὰ παντὸς τοῦ στρατεύματος, καὶ μέχρι μὲν Ἀκάνθου πόλεως τῇ πεζῇ στρατιᾷ πορευομένῳ συμπαρέπλει πᾶς στόλος, ἐκεῖθεν δὲ κατὰ τὸν διορυχθέντα τόπον διεκομίσθησαν εἰς τὴν ἑτέραν θάλατταν συντόμως καὶ ἀσφαλῶς. [2] ὡς δ᾽ ἧκεν ἐπὶ τὸν Μηλιακὸν κόλπον, ἐπύθετο τοὺς πολεμίους προκατειληφέναι τὰς παρόδους. διόπερ ἐνταῦθα προσαναλαβὼν τὴν δύναμιν μετεπέμψατο τοὺς ἀπὸ τῆς Εὐρώπης συμμάχους, οὐ πολὺ λείποντας τῶν εἴκοσι μυριάδων, ὥστ᾽ ἔχειν αὐτὸν τοὺς σύμπαντας οὐκ ἐλάττους τῶν ἑκατὸν μυριάδων χωρὶς τῆς ναυτικῆς δυνάμεως. [3] δὲ σύμπας ὄχλος τῶν τε ἐν ταῖς μακραῖς ναυσὶν ὄντων καὶ τῶν τὴν ἀγορὰν καὶ τὴν ἄλλην παρασκευὴν κομιζόντων οὐκ ἐλάττων ἦν τῶν προειρημένων, ὥστε μηδὲν θαυμαστὸν εἶναι τὸ λεγόμενον ὑπὲρ τοῦ πλήθους τῶν ὑπὸ Ξέρξου συναχθέντων: φασὶ γὰρ τοὺς ἀενάους ποταμοὺς διὰ τὴν τοῦ πλήθους συνέχειαν ἐπιλιπεῖν, τὰ δὲ πελάγη τοῖς τῶν νεῶν ἱστίοις κατακαλυφθῆναι. μέγισται μὲν οὖν δυνάμεις τῶν εἰς ἱστορικὴν μνήμην παραδεδομένων αἱ μετὰ Ξέρξου γενόμεναι παραδέδονται. [4] τῶν δὲ Περσῶν κατεστρατοπεδευκότων παρὰ τὸν Σπερχειὸν ποταμόν, μὲν Ξέρξης ἀπέστειλεν ἀγγέλους εἰς τὰς Θερμοπύλας, τοὺς ἅμα μὲν κατασκεψομένους τίνα διάνοιαν ἔχουσι περὶ τοῦ πρὸς αὐτὸν πολέμου: προσέταξε δ᾽ αὐτοῖς παραγγέλλειν,ὅτι βασιλεὺς Ξέρξης κελεύει τὰ μὲν ὅπλα πάντας ἀποθέσθαι, αὐτοὺς δὲ ἀκινδύνους εἰς τὰς πατρίδας ἀπιέναι καὶ συμμάχους εἶναι Περσῶν: καὶ ταῦτα πράξασιν αὐτοῖς ἐπηγγείλατο δώσειν χώραν τοῖς Ἕλλησι πλείω καὶ βελτίω τῆς νῦν ὑπ᾽ αὐτῶν κατεχομένης. [5] οἱ δὲ περὶ τὸν Λεωνίδην ἀκούσαντες τῶν ἀγγέλων ἀπεκρίναντο, ὅτι καὶ συμμαχοῦντες τῷ βασιλεῖ χρησιμώτεροι μετὰ τῶν ὅπλων ἔσονται καὶ πολεμεῖν ἀναγκαζόμενοι μετὰ τούτων γενναιότερον ὑπὲρ τῆς ἐλευθερίας ἀγωνιοῦνται: περὶ δὲ τῆς χώρας ἣν ὑπισχνεῖται δώσειν, ὅτι πάτριόν ἐστι τοῖς Ἕλλησι μὴ διὰ κακίαν, ἀλλὰ δι᾽ ἀρετὴν κτᾶσθαι χώραν. 6.

δὲ βασιλεὺς ἀκούσας παρὰ τῶν ἀγγέλων τὰς τῶν Ἑλλήνων ἀποκρίσεις προσεκαλέσατο Δημάρατον Σπαρτιάτην, ἐκ τῆς πατρίδος πεφευγότα πρὸς αὐτόν, καταγελάσας δὲ τῶν ἀποκρίσεων ἐπηρώτησε τὸν Λάκωνα, πότερον οἱ Ἕλληνες ὀξύτερον τῶν ἐμῶν ἵππων φεύξονται πρὸς τηλικαύτας δυνάμεις παρατάξασθαι τολμήσουσι; [2] τὸν δὲ Δημάρατον εἰπεῖν φασιν ὡς οὐδ᾽ αὐτὸς σὺ τὴν ἀνδρείαν τῶν Ἑλλήνων ἀγνοεῖς: τοὺς γὰρ ἀφισταμένους τῶν βαρβάρων Ἑλληνικαῖς δυνάμεσι καταπολεμεῖς: ὥστε μὴ νόμιζε τοὺς ὑπὲρ τῆς σῆς ἀρχῆς ἄμεινον τῶν Περσῶν ἀγωνιζομένους ὑπὲρ τῆς ἰδίας ἐλευθερίας ἧττον κινδυνεύσειν πρὸς τοὺς Πέρσας. δὲ Ξέρξης καταγελάσας αὐτοῦ προσέταξεν ἀκολουθεῖν, ὅπως ἴδῃ φεύγοντας τοὺς Λακεδαιμονίους. [3] τὴν δὲ δύναμιν ἀναλαβὼν ἧκεν ἐπὶ τοὺς ἐν Θερμοπύλαις Ἕλληνας, προτάξας ἁπάντων τῶν ἐθνῶν Μήδους, εἴτε δι᾽ ἀνδρείαν προκρίνας αὐτοὺς εἴτε καὶ βουλόμενος ἅπαντας ἀπολέσαι: ἐνῆν γὰρ ἔτι φρόνημα τοῖς Μήδοις, τῆς τῶν προγόνων ἡγεμονίας οὐ πάλαι καταπεπονημένης. [4] συνυπέδειξε δὲ τοῖς Μήδοις καὶ τῶν ἐν Μαραθῶνι τετελευτηκότων ἀδελφοὺς καὶ υἱούς, νομίζων τούτους ἐκθυμότατα τιμωρήσεσθαι τοὺς Ἕλληνας. οἱ μὲν οὖν Μῆδοι τοῦτον τὸν τρόπον συνταχθέντες προσέπεσον τοῖς φυλάττουσι τὰς Θερμοπύλας: δὲ Λεωνίδης εὖ παρεσκευασμένος συνήγαγε τοὺς Ἕλληνας ἐπὶ τὸ στενώτατον τῆς παρόδου. 7. γενομένης δὲ μάχης καρτερᾶς, καὶ τῶν μὲν βαρβάρων θεατὴν ἐχόντων τῆς ἀρετῆς τὸν βασιλέα, τῶν δὲ Ἑλλήνων μιμνησκομένων τῆς ἐλευθερίας καὶ παρακαλουμένων ὑπὸ τοῦ Λεωνίδου πρὸς τὸν ἀγῶνα, θαυμαστὸν συνέβαινε γίνεσθαι τὸν κίνδυνον. [

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: