[152β]
Σωκράτης
εἰκὸς μέντοι σοφὸν ἄνδρα μὴ ληρεῖν: ἐπακολουθήσωμεν οὖν αὐτῷ. ἆρ᾽ οὐκ ἐνίοτε πνέοντος ἀνέμου τοῦ αὐτοῦ ὁ μὲν ἡμῶν ῥιγῷ, ὁ δ᾽ οὔ; καὶ ὁ μὲν ἠρέμα, ὁ δὲ σφόδρα;Θεαίτητος
καὶ μάλα.Σωκράτης
πότερον οὖν τότε αὐτὸ ἐφ᾽ ἑαυτοῦ τὸ πνεῦμα ψυχρὸν ἢ οὐ ψυχρὸν φήσομεν; ἢ πεισόμεθα τῷ Πρωταγόρᾳ ὅτι τῷ μὲν ῥιγῶντι ψυχρόν, τῷ δὲ μὴ οὔ;Θεαίτητος
ἔοικεν.Σωκράτης
οὐκοῦν καὶ φαίνεται οὕτω ἑκατέρῳ;Θεαίτητος
ναί.Σωκράτης
τὸ δέ γε ‘φαίνεται’ αἰσθάνεσθαί ἐστιν;Θεαίτητος
ἔστιν γάρ.