This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[42]
ὡς δὲ καταφανὲς ὑμῖν ἔσται, ὦ ἄνδρες δικασταί, ὅτι τὸ πρότερον ἀναισχυντοῦντες περιεγένοντο, δίκαιον δὲ οὐδὲν ἔλεγον, ἀναγίγνωσκε τὰς μαρτυρίας, ὅσαι εἰσὶν ἔτι ὑπόλοιποι.“Μαρτυρίαιμαρτυρεῖ συγγενὴς εἶναι Πολέμωνι τῷ Ἁγνίου πατρί, καὶ ἀκούειν τοῦ πατρὸς τοῦ ἑαυτοῦ ἀνεψιοὺς εἶναι ἐκ πατραδέλφων Πολέμωνι Φίλαγρόν τε τὸν Εὐβουλίδου πατέρα καὶ Φανόστρατον τὸν Στρατίου πατέρα καὶ Καλλίστρατον τὸν πατέρα τῆς Σωσίου γυναικὸς καὶ Εὐκτήμονα τὸν βασιλεύσαντα καὶ Χαρίδημον τὸν πατέρα τὸν Θεοπόμπου καὶ Στρατοκλέους, καὶ εἶναι τοῖς τούτων υἱέσι καὶ Ἁγνίᾳ ἐν τῷ αὐτῷ γένει Εὐβουλίδην κατὰ τὸν πατέρα τὸν ἑαυτοῦ Φίλαγρον, κατὰ δὲ τὴν μητέρα τὴν ἑαυτοῦ Φυλομάχην νομιζόμενον ἀνεψιὸν εἶναι Εὐβουλίδην Ἁγνίᾳ πρὸς πατρός, ἐκ τηθίδος γεγονότα Ἁγνίᾳ τῆς πρὸς πατρός.”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.