This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[27]
τότε μὲν δὴ τοῦτον τὸν τρόπον εἶχε τὰ πράγματ᾽ ἐκείνοις, χρωμένοις οἷς εἶπον προστάταις: νυνὶ δὲ πῶς ἡμῖν ὑπὸ τῶν χρηστῶν τούτων τὰ πράγματ᾽ ἔχει; ἆρά γ᾽ ὁμοίως ἢ παραπλησίως; οἷς —τὰ μὲν ἄλλα σιωπῶ, πόλλ᾽ ἂν ἔχων εἰπεῖν, ἀλλ᾽ ὅσης ἅπαντες ὁρᾶτ᾽ ἐρημίας ἐπειλημμένοι, καὶ Λακεδαιμονίων μὲν ἀπολωλότων, Θηβαίων δ᾽ ἀσχόλων ὄντων, τῶν δ᾽ ἄλλων οὐδενὸς ὄντος ἀξιόχρεω περὶ τῶν πρωτείων ἡμῖν ἀντιτάξασθαι, ἐξὸν δ᾽ ἡμῖν καὶ τὰ ἡμέτερ᾽ αὐτῶν ἀσφαλῶς ἔχειν καὶ τὰ τῶν ἄλλων δίκαια βραβεύειν,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.