This text is part of:
View text chunked by:
- collection : letter : section
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[10] τῶν δὲ τὰς οὐσίας διαρπάζοντες, ἔτι δὲ παῖδας καὶ γυναῖκας ὑβρίζοντες, καὶ τὰς μὲν εὐπρεπεστάτας καταισχύνοντες, τῶν δ᾽ ἄλλων ἃ περὶ τοῖς σώμασιν ἔχουσι περισπῶντες, ὥσθ᾽ ἃς πρότερον οὐδὲ κεκοσμημένας ἦν ἰδεῖν τοῖς ἀλλοτρίοις, ταύτας ὑπὸ πολλῶν ὁρᾶσθαι γυμνάς, ἐνίας δ᾽ αὐτῶν ἐν ῥάκεσι περιφθειρομένας δι᾽ ἔνδειαν τῶν ἀναγκαίων.