previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

24. Δημήτριος δέ, τὴν Ἀθηνᾶν αὐτῷ προσῆκον, εἰ δἰ ἄλλο μηδέν, ὥς γε πρεσβυτέραν ἀδελφὴν αἰσχύνεσθαι ῾τοῦτο γὰρ ἐβούλετο λέγεσθαἰ, τοσαύτην ὕβριν εἰς παῖδας ἐλευθέρους καὶ γυναῖκας ἀστὰς κατεσκέδασε τῆς ἀκροπόλεως ὥστε δοκεῖν τότε μάλιστα καθαρεύειν τὸν τόπον, ὅτε Χρυσίδι καὶ Λαμίᾳ καὶ Δημοῖ καὶ Ἀντικύρᾳ, ταῖς πόρναις ἐκείναις, συνακολασταίνοι.

[2] τὰ μὲν οὖν ἄλλα σαφῶς ἀπαγγέλλειν οὐ πρέπει διὰ τὴν πόλιν, τὴν δὲ Δημοκλέους ἀρετὴν καὶ σωφροσύνην ἄξιόν ἐστι μὴ παρελθεῖν. ἐκεῖνος γὰρ ἦν ἔτι παῖς ἄνηβος, οὐκ ἔλαθε δὲ τὸν Δημήτριον ἔχων τῆς εὐμορφίας τὴν ἐπωνυμίαν κατήγορον: ἐκαλεῖτο γὰρ Δημοκλῆς καλός. ὡς δὲ πολλὰ πειρώντων καὶ διδόντων καὶ φοβούντων ὑπ᾽ οὐδενὸς ἡλίσκετο, τέλος δὲ φεύγων τὰς παλαίστρας καὶ τὸ γυμνάσιον εἴς τι βαλανεῖον ἰδιωτικὸν ἐφοίτα λουσόμενος, ἐπιτηρήσας τὸν καιρὸν Δημήτριος ἐπεισῆλθεν αὐτῷ μόνῳ. [3] καὶ παῖς, ὡς συνεῖδε τὴν περὶ αὑτὸν ἐρημίαν καὶ τὴν ἀνάγκην, ἀφελὼν τὸ πῶμα τοῦ χαλκώματος εἰς ζέον ὕδωρ ἐνήλατο καὶ διέφθειρεν αὑτόν, ἀνάξια μὲν παθών, ἄξια δὲ τῆς πατρίδος καὶ τοῦ κάλλους φρονήσας, οὐχ ὡς Κλεαίνετος Κλεομέδοντος, ὃς ὠφληκότι τῷ πατρὶ δίκην πεντήκοντα ταλάντων ἀφεθῆναι διαπραξάμενος καὶ γράμματα παρὰ Δημητρίου κομίσας πρὸς τὸν δῆμον οὐ μόνον ἑαυτὸν κατῄσχυνεν, ἀλλὰ καὶ τὴν πόλιν συνετάραξε. [4] τὸν μὲν γὰρ Κλεομέδοντα τῆς δίκης ἀφῆκαν, ἐγράφη δὲ ψήφισμα μηδένα τῶν πολιτῶν ἐπιστολὴν παρὰ Δημητρίου κομίζειν. ἐπεὶ δὲ ἀκούσας ἐκεῖνος οὐκ ἤνεγκε μετρίως, ἀλλ᾽ ἠγανάκτησε, δείσαντες αὖθις οὐ μόνον τὸ ψήφισμα καθεῖλον, ἀλλὰ καὶ τῶν εἰσηγησαμένων καὶ συνειπόντων τοὺς μὲν ἀπέκτειναν, τοὺς δὲ ἐφυγάδευσαν, ἔτι δὲ προσεψηφίσαντο δεδόχθαι τῷ δήμῳ τῶν Ἀθηναίων πᾶν, τι ἂν βασιλεὺς Δημήτριος κελεύσῃ, τοῦτο καὶ πρὸς θεοὺς ὅσιον καὶ πρὸς ἀνθρώπους εἶναι δίκαιον. [5] εἰπόντος δέ τινος τῶν καλῶν κἀγαθῶν ἀνδρῶν μαίνεσθαι τὸν Στρατοκλέα τοιαῦτα γράφοντα, Δημοχάρης Λευκονοεὺςμαίνοιτο μέντἄν,’ εἶπεν, ‘εἰ μὴ μαίνοιτο.’ πολλὰ γὰρ Στρατοκλῆς ὠφελεῖτο διὰ τὴν κολακείαν. δὲ Δημοχάρης ἐπὶ τούτῳ διαβληθεὶς ἐφυγαδεύθη. τοιαῦτα ἔπραττον Ἀθηναῖοι φρουρᾶς ἀπηλλάχθαι καὶ τὴν ἐλευθερίαν ἔχειν δοκοῦντες.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1920)
hide References (7 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: