Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἤδη δὲ τὰς δυνάμεις ἐκ τῶν χειμαδίων συναθροίζοντος αὐτοῦ πρέσβεις ἀφίκοντο παρ᾽ Ἀρσάκου βραχύν τινα λόγον κομίζοντες, ἔφασαν
[p. 368]
γάρ, εἰ μὲν ὑπὸ Ῥωμαίων ὁ στρατὸς ἀπέσταλται, πόλεμον ἄσπονδον εἶναι καί ἀδιάλλακτον, εἰ δὲ τῆς πατρίδος ἀκούσης, ὡς πυνθάνονται, Κράσσος ἰδίων ἕνεκα κερδῶν ὅπλα Πάρθοις ἐπενήνοχε καί χώραν κατείληφε, μετριάζειν Ἀρσάκην καὶ τὸ μὲν Κράσσου γῆρας οἰκτείρειν, ἀφιέναι δὲ Ῥωμαίοις τοὺς ἄνδρας, οὓς ἔχει φρουρουμένους μᾶλλον ἢ φρουροῦντας:
[2]
πρὸς ταῦτα Κράσσου κομπάσαντος
ὡς ἐν Σελευκείᾳ δώσει τὰς ἀποκρίσεις, γελάσας
ὁ πρεσβύτατος τῶν πρέσβεων Οὐαγίσης καί
τῆς χειρὸς ὑπτίας δείξας τὸ μέσον ‘ἐντεῦθεν,’
εἶπεν, ‘ὦ Κράσσε, φύσονται τρίχες πρότερον ἢ
σὺ ὄψει Σελεύκειαν.’
οὗτοι μὲν οὖν ἀπήλαυνον ὡς βασιλέα Ὑρώδην πολεμητέα φράσοντες, ἐκ δὲ τῶν πόλεων ἃς ἐφρούρουν Ῥωμαῖοι τῆς Μεσοποταμίας, παραβόλως τινὲς διεκπεσόντες ἄξια φροντίδων ἀνήγγελλον,
[3]
αὐτόπται μὲν γεγονότες τοῦ τε πλήθους τῶν
πολεμίων καί τῶν ἀγώνων ὧν ἠγωνίσαντο προσμαχόμενοι
ταῖς πόλεσιν, οἷα δὲ φιλεῖ πάντα πρὸς
τὸ δεινότερον ἐξαγγέλλοντες, ὡς ἄφυκτοι μὲν οἱ
ἄνδρες διώκοντες, ἄληπτοι δὲ φεύγοντες, βέλη δὲ
καινὰ1
προθέοντα τῆς ὄψεως καί πρὶν ὀφθῆναι τὸν βάλλοντα χωροῦντα διὰ τοῦ προστυχόντος, τῶν δὲ καταφράκτων ὅπλα τὰ μὲν διὰ παντὸς ὠθεῖσθαι, τὰ δὲ πρὸς μηδὲν ἐνδιδόναι πεποιημένα,
[p. 370]
[4]
ταῦτα τῶν στρατιωτῶν ἀκουόντων τὸ θράσος ὑπέπιπτεν. πεπεισμένοι γὰρ οὐδὲν Ἀρμενίων διαφέρειν Πάρθους οὐδὲ Καππαδοκῶν, οὓς ἄγων καί φέρων Λούκουλλος ἀπεῖπε, καί τοῦ πολέμου τὸ χαλεπώτατον ἡγούμενοι μακρὰν ὁδὸν ἔσεσθαι καὶ δίωξιν ἀνθρώπων εἰς χεῖρας οὐκ ἀφιξομένων, παρ᾽ ἐλπίδας ἀγῶνα καί κίνδυνον μέγαν προσεδόκων, ὥστε καί τῶν ἐν τέλει τινὰς οἴεσθαι δεῖν ἐπισχόντα τὸν Κράσσον αὖθις ὑπὲρ τῶν ὅλων γνώμην προθέσθαι. τούτων ἦν Κάσσιος ὁ ταμίας.
[5]
ἡσυχῇ δὲ παρεδήλουν καί οἱ μάντεις ὡς ἀεὶ πονηρὰ σημεῖα καί δυσέκθυτα προφαίνοιτο τῷ Κράσσῳ διὰ τῶν ἱερῶν, ἀλλ᾽ οὔτε τούτοις προσεῖχεν οὔτε τοῖς ἕτερόν τι πλὴν ἐπείγεσθαι παραινοῦσιν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.