previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

μέλλων ποτὲ τὸν Ῥωμαίων δῆμον ὡρμημένον ἀκαίρως ἐπὶ σιτομετρίας καὶ διανομὰς ἀποτρέπειν, ἤρξατο τῶν λόγων οὕτως: ‘χαλεπὸν μέν ἐστιν, πολῖται, πρὸς γαστέρα λέγειν ὦτα οὐκ ἔχουσαν.’ Κατηγορῶν δὲ τῆς πολυτελείας ἔφη χαλεπὸν εἶναι σωθῆναι πόλιν, ἐν πωλεῖται πλείονος ἰχθὺς βοῦς. [2] ἐοικέναι δὲ προβάτοις ἔφη τοὺς Ῥωμαίους: ὡς γὰρ ἐκεῖνα καθ᾽ ἕκαστον μέν οὐ πείθεται, σύμπαντα δ᾽ ἕπεται μετ᾽ ἀλλήλων τοῖς ἄγουσιν, ‘οὕτω καὶ ὑμεῖς,’ εἶπεν, ‘οἷς οὐκ ἂν ἀξιώσαιτε συμβούλοις χρήσασθαι κατ᾽ ἰδίαν, ὑπὸ τούτων εἰς ἓν συνελθόντες ἄγεσθε.’ Περὶ δὲ τῆς γυναικοκρατίας διαλεγόμενοςπάντες,’ εἶπεν, ‘ἄνθρωποι τῶν γυναικῶν ἄρχουσιν, ἡμεῖς δὲ πάντων ἀνθρώπων, ἡμῶν δὲ αἱ γυναῖκες.’ [3] τοῦτο μέν οὖν ἐστιν ἐκ τῶν Θεμιστοκλέους μετενηνεγμένον ἀποφθεγμάτων, ἐκεῖνος γὰρ ἐπιτάττοντος αὐτῷ πολλὰ τοῦ υἱοῦ διὰ τῆς μητρός γύναι,’ εἶπεν, ‘Ἀθηναῖοι μέν ἄρχουσι τῶν Ἑλλήνων, ἐγὼ δὲ Ἀθηναίων, ἐμοῦ δὲ σύ, σοῦ δὲ υἱός, ὥστε φειδέσθω τῆς ἐξουσίας, δι᾽ ἣν ἀνόητος ὢν πλεῖστον Ἑλλήνων δύναται.’

[4] τὸν δὲ δῆμον Κάτων ἔφη τῶν Ῥωμαίων οὐ μόνον ταῖς πορφύραις, ἀλλὰ καὶ τοῖς ἐπιτηδεύμασι τὰς τιμὰς ἐπιγράφειν. ‘ὡς γὰρ οἱ βαφεῖς,’ ἔφη, ‘ταύτην μάλιστα βάπτουσιν, χαίροντας ὁρῶσιν, οὕτως οἱ νέοι ταῦτα μανθάνουσι καὶ ζηλοῦσιν, οἷς ἂν παρ᾽ ὑμῶν ἔπαινος ἕπηται[5] παρεκάλει δ᾽ αὐτούς, εἰμὲν ἀρετῇ καὶ [p. 324] σωφροσύνῃ γεγόνασι μεγάλοι, μηδὲν1 μεταβάλλεσθαι πρὸς τὸ χεῖρον, εἰ δ᾽ ἀκρασίᾳ καὶ κακίᾳ, μεταβάλλεσθαι πρὸς τὸ βέλτιον ἱκανῶς γὰρ ἤδη μεγάλους ἀπ᾽ ἐκείνων γεγονέναι. τοὺς δὲ πολλάκις ἄρχειν σπουδάζοντας ἔφη καθάπερ ἀγνοοῦντας τὴν ὁδὸν ἀεὶ μετὰ ῥαβδούχων ζητεῖν πορεύεσθαι, μὴ πλανηθῶσιν. [6] ἐπετίμα δὲ τοῖς πολίταις Τοὺς αὐτοὺς αἱρουμένοις πολλάκις ἄρχοντας. ‘δόξετε γάρ,’ ἔφη, ‘μὴ2 πολλοῦ τὸ ἄρχειν ἄξιον μὴ πολλοὺς τοῦ ἄρχειν ἀξίους ἡγεῖσθαι.’ Περὶ δὲ τῶν ἐχθρῶν τινος αἰσχρῶς καὶ ἀδόξως βιοῦν δοκοῦντος τούτου μήτηρ,’ ἔφη, ‘κατάραν, οὐκ εὐχήν, ἡγεῖται τὸ τοῦτον ὑπὲρ γῆς ἀπολιπεῖν.’ [7] τὸν δὲ πεπρακότα Τοὺς πατρῴους ἀγροὺς παραλίους ὄντας ἐπιδεικνύμενος προσεποιεῖτο θαυμάζειν ὡς ἰσχυρότερον τῆς θαλάττης: ‘ γὰρ ἐκείνη μόλις ἔκλυζεν, οὗτος,’ ἔφη, ‘ῥᾳδίως καταπέπωκεν.’

ἐπεὶ δὲ Εὐμένους τοῦ βασιλέως ἐπιδημήσαντος εἰς Ῥώμην τε σύγκλητος ὑπερφυῶς ἀπεδέξατο καὶ τῶν πρώτων ἅμιλλα καὶ σπουδὴ Περὶ αὐτὸν ἐγίνετο, δῆλος ἦν Κάτων ὑφορώμενος καὶ φυλαττόμενος αὐτόν, [8] εἰπόντος δέ τινοςἀλλὰ μὴν χρηστός ἐστι καὶ φιλορρώμαιος,’ ‘ἔστω,’ εἶπεν, ‘ἀλλὰ φύσει τοῦτο τὸ ζῷον βασιλεὺς σαρκοφάγον ἐστιν.’ οὐδένα δὲ τῶν εὐδαιμονιζομένων ἔφη βασιλέων3 ἄξιον εἶναι παραβάλλειν πρὸς Ἐπαμεινώνδαν Περικλέα Θεμιστοκλέα Μάνιον Κούριον Ἀμίλκαν τὸν ἐπικληθέντα [p. 326] Βάρκαν. [9] αὑτῷ δ᾽ ἔλεγε Τοὺς ἐχθροὺς φθονεῖν, ὅτι καθ᾽ ἡμέραν ἐκ νυκτὸς4 ἀνίσταται καὶ τῶν ἰδίων ἀμελῶν τοῖς δημοσίοις σχολάζει, βούλεσθαι δ᾽ ἔλεγε μᾶλλον εὖ πράξας ἀποστερηθῆναι χάριν κακῶς μὴ τυχεῖν κολάσεως, καὶ συγγνώμην ἔφη διδόναι πᾶσι τοῖς ἁμαρτάνουσι πλὴν αὑτοῦ.

1 μηδὲν Hercher and Blass with FaS:μὴ.

2 μηδὲν Hercher and Blass with FaS:μὴ.

3 ἔφη βασιλέων Hercher and Blass with FaS: βασιλέων.

4 ἐκ νυκτὸς Hercher and Blass with FaSD: νυκτὸς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1914)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: