Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
ἀλλὰ τοῦτο μὲν κοινόν ἐστι: δύναται γὰρ ἀπὸ
τῆς λυκαίνης γεγονέναι τοὔνομα. καὶ γὰρ ἀρχομένους
τῆς περιδρομῆς τοὺς Λουπέρκους ὁρῶμεν ἐντεῦθεν, ὅπου
τὸν Ῥωμύλον ἐκτεθῆναι λέγουσι.
τὰ δὲ δρώμενα τὴν
αἰτίαν ποιεῖ δυστόπαστον: σφάττουσι γὰρ αἶγας, εἶτα
μειρακίων δυοῖν ἀπὸ γένους προσαχθέντων αὐτοῖς, οἱ
μὲν ᾑμαγμένῃ μαχαίρᾳ τοῦ μετώπου θιγγάνουσιν, ἕτεροι
δ᾽ ἀπομάττουσιν εὐθύς, ἔριον βεβρεγμένον γάλακτι προσφέροντες:
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.