Click on a word to bring up parses, dictionary entries, and frequency statistics
κτισθείσης δὲ τῆς πόλεως, πρῶτον μὲν ὅσον ἦν
ἐν ἡλικίᾳ πλῆθος εἰς συντάγματα στρατιωτικὰ διεῖλεν.
ἕκαστον δὲ σύνταγμα πεζῶν τρισχιλίων ἦν καὶ τριακοσίων ἱππέων. ἐκλήθη δὲ λεγεὼν τῷ λογάδας εἶναι τοὺς
μαχίμους ἐκ πάντων.
ἔπειτα τοῖς μὲν ἄλλοις ἐχρῆτο
δήμῳ, καὶ ποπούλους ὠνομάσθη τὸ πλῆθος: ἑκατὸν δὲ
τοὺς ἀρίστους ἀπέδειξε βουλευτάς, καὶ αὐτοὺς μὲν πατρικίους, τὸ δὲ σύστημα σενᾶτον προσηγόρευσεν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.