Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Χορός
ὁρῶ δάκρυα καὶ πενθίμους
ἀλαλαγὰς στεναγμάτων τ᾽ ἐσβολάς,
ὅταν ἐμὰ τύραννος εὐπαιδίαν
πόσιν ἔχοντ᾽ εἰδῇ,
680αὐτὴ δ᾽ ἄπαις ᾖ καὶ λελειμμένη τέκνων.
τίν᾽, ὦ παῖ πρόμαντι Λατοῦς, ἔχρη-
σας ὑμνῳδίαν;
πόθεν ὁ παῖς ὅδ᾽ ἀμφὶ ναοὺς σέθεν
τρόφιμος ἐξέβα; γυναικῶν τίνος;
685οὐ γάρ με σαίνει θέσφατα μή τιν᾽ ἔχῃ δόλον.
δειμαίνω συμφοράν,
ἐφ᾽ ὅ ποτε βάσεται.
690ἄτοπος ἄτοπα γὰρ δίδωσί μοι,
τὸ δ᾽ ἔτ᾽ εὔφημ᾽ ἔχει,
δόλον τύχαν θ᾽, ὁ παῖς —
ἄλλων τραφεὶς ἐξ αἱμάτων.
τίς οὐ τάδε ξυνοίσεται;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.