Κύκλωψ
λάβ᾽, ὦ ξέν᾽, αὐτὸς οἰνοχόος τέ μοι γενοῦ.
Ὀδυσσεύς
γιγνώσκεται γοῦν ἅμπελος τἠμῇ χερί.
Κύκλωψ
φέρ᾽ ἔγχεόν νυν.
Ὀδυσσεύς
ἐγχέω, σίγα μόνον.
Κύκλωψ
χαλεπὸν τόδ᾽ εἶπας, ὅστις ἂν πίνῃ πολύν.
Ὀδυσσεύς
570ἰδού: λαβὼν ἔκπιθι καὶ μηδὲν λίπῃς:
συνεκθανεῖν δὲ σπῶντα χρὴ τῷ πώματι.
Κύκλωψ
παπαῖ, σοφόν γε τὸ ξύλον τῆς ἀμπέλου.
Ὀδυσσεύς
κἂν μὲν σπάσῃς γε δαιτὶ πρὸς πολλῇ πολύν,
τέγξας ἄδιψον νηδύν, εἰς ὕπνον βαλεῖ,
575ἢν δ᾽ ἐλλίπῃς τι, ξηρανεῖ σ᾽ ὁ Βάκχιος.
Κύκλωψ
ἰοὺ ἰού:
ὡς ἐξένευσα μόγις: ἄκρατος ἡ χάρις.
ὁ δ᾽ οὐρανός μοι συμμεμιγμένος δοκεῖ
τῇ γῇ φέρεσθαι, τοῦ Διός τε τὸν θρόνον
580λεύσσω τὸ πᾶν τε δαιμόνων ἁγνὸν σέβας.
οὐκ ἂν φιλήσαιμ᾽; αἱ Χάριτες πειρῶσί με.
ἅλις: Γανυμήδη τόνδ᾽ ἔχων ἀναπαύσομαι
κάλλιον ἢ τὰς Χάριτας. ἥδομαι δέ πως
τοῖς παιδικοῖσι μᾶλλον ἢ τοῖς θήλεσιν.
Σιληνός
585ἐγὼ γὰρ ὁ Διός εἰμι Γανυμήδης, Κύκλωψ;
Κύκλωψ
ναὶ μὰ Δί᾽, ὃν ἁρπάζω γ᾽ ἐγὼ 'κ τῆς Δαρδάνου.
Σιληνός
ἀπόλωλα, παῖδες: σχέτλια πείσομαι κακά.
Κύκλωψ
μέμφῃ τὸν ἐραστὴν κἀντρυφᾷς πεπωκότι;
Σιληνός
οἴμοι: πικρότατον οἶνον ὄψομαι τάχα.
Ὀδυσσεύς
590ἄγε δή, Διονύσου παῖδες, εὐγενῆ τέκνα,
ἔνδον μὲν ἁνήρ: τῷ δ᾽ ὕπνῳ παρειμένος
τάχ᾽ ἐξ ἀναιδοῦς φάρυγος ὠθήσει κρέα.
δαλὸς δ᾽ ἔσωθεν αὐλίων πνέων καπνὸν
παρευτρέπισται, κοὐδὲν ἄλλο πλὴν πυροῦν
595Κύκλωπος ὄψιν: ἀλλ᾽ ὅπως ἀνὴρ ἔσῃ.
Χορός
πέτρας τὸ λῆμα κἀδάμαντος ἕξομεν.
χώρει δ᾽ ἐς οἴκους πρίν τι τὸν πατέρα παθεῖν
ἀπάλαμνον: ὥς σοι τἀνθάδ᾽ ἐστὶν εὐτρεπῆ.
Ὀδυσσεύς
Ἥφαιστ᾽, ἄναξ Αἰτναῖε, γείτονος κακοῦ
600λαμπρὸν πυρώσας ὄμμ᾽ ἀπαλλάχθηθ᾽ ἅπαξ,
σύ τ᾽, ὦ μελαίνης Νυκτὸς ἐκπαίδευμ᾽, Ὕπνε,
ἄκρατος ἐλθὲ θηρὶ τῷ θεοστυγεῖ,
καὶ μὴ 'πὶ καλλίστοισι Τρωϊκοῖς πόνοις
αὐτόν τε ναύτας τ᾽ ἀπολέσητ᾽ Ὀδυσσέα
605ὑπ᾽ ἀνδρὸς ᾧ θεῶν οὐδὲν ἢ βροτῶν μέλει.
ἢ τὴν τύχην μὲν δαίμον᾽ ἡγεῖσθαι χρεών,
τὰ δαιμόνων δὲ τῆς τύχης ἐλάσσονα.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics