previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ὅτι διέθρυπτε τοὺς ἑταίρους Ἀλέξανδρος, τρυφᾶν ἐπιχωρῶν αὐτοῖς, εἴ γε καὶ Ἄγνων χρυσοῦς ἥλους ἐν ταῖς κρηπῖσιν ἐφόρει. Κλεῖτος δὲ εἴποτε μέλλοι τισὶ χρηματίζειν, ἐπὶ πορφυρῶν εἱμάτων βαδίζων τοὺς δεομένους προσίετο. Περδίκκᾳ δὲ καὶ Κρατερῷ φιλογυμναστοῦσιν ἠκολούθουν διφθέραι σταδιαῖαι τὸ μέγεθος, ὑφ᾽ αἷς περιλαμβάνοντες τόπον εὐμεγέθη ἐν ταῖς καταστρατοπεδείαις ἐγυμνάζοντο. εἵπετο δὲ αὐτοῖς καὶ πολλὴ κόνις δι᾽ ὑποζυγίων ἐς τὰ γυμνάσια λυσιτελὴς οὖσα. Λεοννάτῳ δὲ καὶ Μενελάῳ φιλοθηροῦσιν αὐλἁ̣̣̓αι σταδίων ἑκατὸν ἠκολούθουν. αὐτῷ δὲ Ἀλεξάνδρῳ μὲν σκηνὴ ἦν κλινῶν ἑκατόν, χρυσοῖ δὲ κίονες πεντήκοντα διειλήφεσαν αὐτὴν καὶ τὸν ὄροφον αὐτῆς ἀνεῖχον, αὐτὸς δὲ ὄροφος διάχρυσος ἦν καὶ ἐκπεπόνητο ποικίλμασι πολυτελέσι. καὶ πρῶτοι μὲν Πέρσαι πεντακόσιοι οἱ καλούμενοι μηλοφόροι περὶ αὐτὴν ἐντὸς εἱστήκεσαν, πορφυρᾶς καὶ μηλίνας ἠσθημένοι στολάς: ἐπ᾽ αὐτοῖς δὲ τοξόται χίλιοι, φλόγινα ἐνδεδυκότες καὶ ὑσγινοβαφῆ: πρὸ δὲ τούτων οἱ ἀργυράσπιδες πεντακόσιοι Μακεδόνες. ἐν μέσῃ δὲ τῇ σκηνῇ χρυσοῦς ἐτίθετο δίφρος, καὶ ἐπ᾽ αὐτῷ καθήμενος Ἀλέξανδρος ἐχρημάτιζε, περιεστώτων αὐτῷ πανταχόθεν τῶν σωματοφυλάκων. περιῄει δὲ τὴν σκηνὴν περίβολος, ἔνθα ἦσαν Μακεδόνες χίλιοι καὶ Πέρσαι μύριοι. καὶ οὐδεὶς ἐτόλμα ῥᾳδίως προσελθεῖν αὐτῷ: πολὺ γὰρ ἦν τὸ ἐξ αὐτοῦ δέος ἀρθέντος ὑπὸ φρονήματος καὶ τύχης ἐς τυραννίδα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (8 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: